Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • καὶ νῦν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ καὶ ἐγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ὑμῶν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις (II Crônicas 10, 11)

  • καὶ ἦλθεν Ιεροβοαμ καὶ πᾶς ὁ λαὸς πρὸς Ροβοαμ τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐλάλησεν ὁ βασιλεὺς λέγων ἐπιστρέψατε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ (II Crônicas 10, 12)

  • καὶ ἀπεκρίθη ὁ βασιλεὺς σκληρά καὶ ἐγκατέλιπεν ὁ βασιλεὺς Ροβοαμ τὴν βουλὴν τῶν πρεσβυτέρων (II Crônicas 10, 13)

  • καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων ὁ πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ὑμῶν καὶ ἐγὼ προσθήσω ἐπ’ αὐτόν ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις (II Crônicas 10, 14)

  • καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ θεοῦ λέγων ἀνέστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐν χειρὶ Αχια τοῦ Σηλωνίτου περὶ Ιεροβοαμ υἱοῦ Ναβατ (II Crônicas 10, 15)

  • καὶ παντὸς Ισραηλ ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν καὶ ἀπεκρίθη ὁ λαὸς πρὸς τὸν βασιλέα λέγων τίς ἡμῖν μερὶς ἐν Δαυιδ καὶ κληρονομία ἐν υἱῷ Ιεσσαι εἰς τὰ σκηνώματά σου Ισραηλ νῦν βλέπε τὸν οἶκόν σου Δαυιδ καὶ ἐπορεύθη πᾶς Ισραηλ εἰς τὰ σκηνώματα αὐτοῦ (II Crônicas 10, 16)

  • καὶ ἄνδρες Ισραηλ οἱ κατοικοῦντες ἐν πόλεσιν Ιουδα καὶ ἐβασίλευσεν ἐπ’ αὐτῶν Ροβοαμ (II Crônicas 10, 17)

  • καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ροβοαμ τὸν Αδωνιραμ τὸν ἐπὶ τοῦ φόρου καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ισραηλ λίθοις καὶ ἀπέθανεν καὶ ὁ βασιλεὺς Ροβοαμ ἔσπευσεν τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα τοῦ φυγεῖν εἰς Ιερουσαλημ (II Crônicas 10, 18)

  • καὶ ἠθέτησεν Ισραηλ ἐν τῷ οἴκῳ Δαυιδ ἕως τῆς ἡμέρας ταύτης (II Crônicas 10, 19)

  • καὶ ἦλθεν Ροβοαμ εἰς Ιερουσαλημ καὶ ἐξεκκλησίασεν τὸν Ιουδαν καὶ Βενιαμιν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον καὶ ἐπολέμει πρὸς Ισραηλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ροβοαμ (II Crônicas 11, 1)

  • καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιαν ἄνθρωπον τοῦ θεοῦ λέγων (II Crônicas 11, 2)

  • εἰπὸν πρὸς Ροβοαμ τὸν τοῦ Σαλωμων καὶ πρὸς πάντα Ιουδαν καὶ Βενιαμιν λέγων (II Crônicas 11, 3)


"Deve-se caminhar em nuvens cada vez que se termina uma confissão!" São Padre Pio de Pietrelcina