Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • καὶ εἶπεν Ελισαιε τί ποιήσω σοι ἀνάγγειλόν μοι τί ἐστίν σοι ἐν τῷ οἴκῳ ἡ δὲ εἶπεν οὐκ ἔστιν τῇ δούλῃ σου οὐθὲν ἐν τῷ οἴκῳ ὅτι ἀλλ’ ἢ ὃ ἀλείψομαι ἔλαιον (II Reis 4, 2)

  • καὶ εἶπεν πρὸς αὐτήν δεῦρο αἴτησον σαυτῇ σκεύη ἔξωθεν παρὰ πάντων τῶν γειτόνων σου σκεύη κενά μὴ ὀλιγώσῃς (II Reis 4, 3)

  • καὶ εἰσελεύσῃ καὶ ἀποκλείσεις τὴν θύραν κατὰ σοῦ καὶ κατὰ τῶν υἱῶν σου καὶ ἀποχεεῖς εἰς τὰ σκεύη ταῦτα καὶ τὸ πληρωθὲν ἀρεῖς (II Reis 4, 4)

  • καὶ ἀπῆλθεν παρ’ αὐτοῦ καὶ ἐποίησεν οὕτως καὶ ἀπέκλεισεν τὴν θύραν κατ’ αὐτῆς καὶ κατὰ τῶν υἱῶν αὐτῆς αὐτοὶ προσήγγιζον πρὸς αὐτήν καὶ αὐτὴ ἐπέχεεν (II Reis 4, 5)

  • ἕως ἐπλήσθησαν τὰ σκεύη καὶ εἶπεν πρὸς τοὺς υἱοὺς αὐτῆς ἐγγίσατε ἔτι πρός με σκεῦος καὶ εἶπον αὐτῇ οὐκ ἔστιν ἔτι σκεῦος καὶ ἔστη τὸ ἔλαιον (II Reis 4, 6)

  • καὶ ἦλθεν καὶ ἀπήγγειλεν τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ εἶπεν Ελισαιε δεῦρο καὶ ἀπόδου τὸ ἔλαιον καὶ ἀποτείσεις τοὺς τόκους σου καὶ σὺ καὶ οἱ υἱοί σου ζήσεσθε ἐν τῷ ἐπιλοίπῳ ἐλαίῳ (II Reis 4, 7)

  • καὶ ἐγένετο ἡμέρα καὶ διέβη Ελισαιε εἰς Σουμαν καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον καὶ ἐγένετο ἀφ’ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινεν τοῦ ἐκεῖ φαγεῖν (II Reis 4, 8)

  • καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ’ ἡμᾶς διὰ παντός (II Reis 4, 9)

  • ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ (II Reis 4, 10)

  • καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ (II Reis 4, 11)

  • καὶ εἶπεν πρὸς Γιεζι τὸ παιδάριον αὐτοῦ κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην καὶ ἐκάλεσεν αὐτήν καὶ ἔστη ἐνώπιον αὐτοῦ (II Reis 4, 12)

  • καὶ εἶπεν αὐτῷ εἰπὸν δὴ πρὸς αὐτήν ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην τί δεῖ ποιῆσαί σοι εἰ ἔστιν λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως ἡ δὲ εἶπεν ἐν μέσῳ τοῦ λαοῦ μου ἐγώ εἰμι οἰκῶ (II Reis 4, 13)


"Vive-se de fé, não de sonhos." São Padre Pio de Pietrelcina