Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • καὶ εἶπεν Μωυσῆς ταῖς φυλαῖς Ισραηλ ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγωρ (Números 25, 5)

  • καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν Ισραηλ αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου (Números 25, 6)

  • καὶ ἰδὼν Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ (Números 25, 7)

  • εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους τόν τε ἄνθρωπον τὸν Ισραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ισραηλ (Números 25, 8)

  • καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες (Números 25, 9)

  • καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων (Números 25, 10)

  • Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν Ισραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ζήλῳ μου (Números 25, 11)

  • οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης (Números 25, 12)

  • καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν διαθήκη ἱερατείας αἰωνία ἀνθ’ ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ισραηλ (Números 25, 13)

  • τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ισραηλίτου τοῦ πεπληγότος ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατριᾶς τῶν Συμεων (Números 25, 14)

  • καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβι θυγάτηρ Σουρ ἄρχοντος ἔθνους Ομμωθ οἴκου πατριᾶς ἐστιν τῶν Μαδιαν (Números 25, 15)

  • καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων (Números 25, 16)


"Enquanto estivermos vivos sempre seremos tentados. A vida é uma contínua luta." São Padre Pio de Pietrelcina