Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • μὴ γένοιτο· γινέσθω δὲ ὁ θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῶ κρίνεσθαί σε. (Romanos 3, 4)

  • εἰ δὲ ἡ ἀδικία ἡμῶν θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; μὴ ἄδικος ὁ θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. (Romanos 3, 5)

  • μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον; (Romanos 3, 6)

  • εἰ δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῶ ἐμῶ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι; (Romanos 3, 7)

  • καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἔνδικόν ἐστιν. (Romanos 3, 8)

  • τί οὗν; προεχόμεθα; οὐ πάντως, προῃτιασάμεθα γὰρ ἰουδαίους τε καὶ ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι, (Romanos 3, 9)

  • καθὼς γέγραπται ὅτι οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, (Romanos 3, 10)

  • οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν. (Romanos 3, 11)

  • πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν· οὐκ ἔστιν ὁ ποιῶν χρηστότητα, [οὐκ ἔστιν] ἕως ἑνός. (Romanos 3, 12)

  • τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, (Romanos 3, 13)

  • ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· (Romanos 3, 14)

  • ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, (Romanos 3, 15)


"Nunca se canse de rezar e de ensinar a rezar." São Padre Pio de Pietrelcina