Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • πιστεύεις, βασιλεῦ ἀγρίππα, τοῖς προφήταις; οἶδα ὅτι πιστεύεις. (Atos dos Apóstolos 26, 27)

  • ὁ δὲ ἀγρίππας πρὸς τὸν παῦλον, ἐν ὀλίγῳ με πείθεις χριστιανὸν ποιῆσαι. (Atos dos Apóstolos 26, 28)

  • ὁ δὲ παῦλος, εὐξαίμην ἂν τῶ θεῶ καὶ ἐν ὀλίγῳ καὶ ἐν μεγάλῳ οὐ μόνον σὲ ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον γενέσθαι τοιούτους ὁποῖος καὶ ἐγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων. (Atos dos Apóstolos 26, 29)

  • ἀνέστη τε ὁ βασιλεὺς καὶ ὁ ἡγεμὼν ἥ τε βερνίκη καὶ οἱ συγκαθήμενοι αὐτοῖς, (Atos dos Apóstolos 26, 30)

  • καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους λέγοντες ὅτι οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον [τι] πράσσει ὁ ἄνθρωπος οὖτος. (Atos dos Apóstolos 26, 31)

  • ἀγρίππας δὲ τῶ φήστῳ ἔφη, ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὖτος εἰ μὴ ἐπεκέκλητο καίσαρα. (Atos dos Apóstolos 26, 32)

  • ὡς δὲ ἐκρίθη τοῦ ἀποπλεῖν ἡμᾶς εἰς τὴν ἰταλίαν, παρεδίδουν τόν τε παῦλον καί τινας ἑτέρους δεσμώτας ἑκατοντάρχῃ ὀνόματι ἰουλίῳ σπείρης σεβαστῆς. (Atos dos Apóstolos 27, 1)

  • ἐπιβάντες δὲ πλοίῳ ἀδραμυττηνῶ μέλλοντι πλεῖν εἰς τοὺς κατὰ τὴν ἀσίαν τόπους ἀνήχθημεν, ὄντος σὺν ἡμῖν ἀριστάρχου μακεδόνος θεσσαλονικέως· (Atos dos Apóstolos 27, 2)

  • τῇ τε ἑτέρᾳ κατήχθημεν εἰς σιδῶνα, φιλανθρώπως τε ὁ ἰούλιος τῶ παύλῳ χρησάμενος ἐπέτρεψεν πρὸς τοὺς φίλους πορευθέντι ἐπιμελείας τυχεῖν. (Atos dos Apóstolos 27, 3)

  • κἀκεῖθεν ἀναχθέντες ὑπεπλεύσαμεν τὴν κύπρον διὰ τὸ τοὺς ἀνέμους εἶναι ἐναντίους, (Atos dos Apóstolos 27, 4)

  • τό τε πέλαγος τὸ κατὰ τὴν κιλικίαν καὶ παμφυλίαν διαπλεύσαντες κατήλθομεν εἰς μύρα τῆς λυκίας. (Atos dos Apóstolos 27, 5)

  • κἀκεῖ εὑρὼν ὁ ἑκατοντάρχης πλοῖον ἀλεξανδρῖνον πλέον εἰς τὴν ἰταλίαν ἐνεβίβασεν ἡμᾶς εἰς αὐτό. (Atos dos Apóstolos 27, 6)


"Onde não há obediência, não há virtude. Onde não há virtude, não há bem, não há amor; e onde não há amor, não há Deus; e sem Deus não se chega ao Paraíso." São Padre Pio de Pietrelcina