Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • ἢ περὶ μιᾶς ταύτης φωνῆς ἧς ἐκέκραξα ἐν αὐτοῖς ἑστὼς ὅτι περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ἐφ᾽ ὑμῶν. (Atos dos Apóstolos 24, 21)

  • ἀνεβάλετο δὲ αὐτοὺς ὁ φῆλιξ, ἀκριβέστερον εἰδὼς τὰ περὶ τῆς ὁδοῦ, εἴπας, ὅταν λυσίας ὁ χιλίαρχος καταβῇ διαγνώσομαι τὰ καθ᾽ ὑμᾶς, (Atos dos Apóstolos 24, 22)

  • διαταξάμενος τῶ ἑκατοντάρχῃ τηρεῖσθαι αὐτὸν ἔχειν τε ἄνεσιν καὶ μηδένα κωλύειν τῶν ἰδίων αὐτοῦ ὑπηρετεῖν αὐτῶ. (Atos dos Apóstolos 24, 23)

  • μετὰ δὲ ἡμέρας τινὰς παραγενόμενος ὁ φῆλιξ σὺν δρουσίλλῃ τῇ ἰδίᾳ γυναικὶ οὔσῃ ἰουδαίᾳ μετεπέμψατο τὸν παῦλον καὶ ἤκουσεν αὐτοῦ περὶ τῆς εἰς χριστὸν ἰησοῦν πίστεως. (Atos dos Apóstolos 24, 24)

  • διαλεγομένου δὲ αὐτοῦ περὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τοῦ κρίματος τοῦ μέλλοντος ἔμφοβος γενόμενος ὁ φῆλιξ ἀπεκρίθη, τὸ νῦν ἔχον πορεύου, καιρὸν δὲ μεταλαβὼν μετακαλέσομαί σε· (Atos dos Apóstolos 24, 25)

  • ἅμα καὶ ἐλπίζων ὅτι χρήματα δοθήσεται αὐτῶ ὑπὸ τοῦ παύλου· διὸ καὶ πυκνότερον αὐτὸν μεταπεμπόμενος ὡμίλει αὐτῶ. (Atos dos Apóstolos 24, 26)

  • διετίας δὲ πληρωθείσης ἔλαβεν διάδοχον ὁ φῆλιξ πόρκιον φῆστον· θέλων τε χάριτα καταθέσθαι τοῖς ἰουδαίοις ὁ φῆλιξ κατέλιπε τὸν παῦλον δεδεμένον. (Atos dos Apóstolos 24, 27)

  • φῆστος οὗν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς ἱεροσόλυμα ἀπὸ καισαρείας, (Atos dos Apóstolos 25, 1)

  • ἐνεφάνισάν τε αὐτῶ οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν ἰουδαίων κατὰ τοῦ παύλου, καὶ παρεκάλουν αὐτὸν (Atos dos Apóstolos 25, 2)

  • αἰτούμενοι χάριν κατ᾽ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν. (Atos dos Apóstolos 25, 3)

  • ὁ μὲν οὗν φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν παῦλον εἰς καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι· (Atos dos Apóstolos 25, 4)

  • οἱ οὗν ἐν ὑμῖν, φησίν, δυνατοὶ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῶ ἀνδρὶ ἄτοπον κατηγορείτωσαν αὐτοῦ. (Atos dos Apóstolos 25, 5)


"É sempre necessário ir para a frente, nunca para trás, na vida espiritual." São Padre Pio de Pietrelcina