Gefunden 35140 Ergebnisse für: Ὁ
τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι; (São João 8, 46)
ὁ ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ. (São João 8, 47)
ἀπεκρίθησαν οἱ ἰουδαῖοι καὶ εἶπαν αὐτῶ, οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις; (São João 8, 48)
ἀπεκρίθη ἰησοῦς, ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με. (São João 8, 49)
ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων. (São João 8, 50)
ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. (São João 8, 51)
εἶπον [οὗν] αὐτῶ οἱ ἰουδαῖοι, νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα. (São João 8, 52)
μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν ἀβραάμ, ὅστις ἀπέθανεν; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν ποιεῖς; (São João 8, 53)
ἀπεκρίθη ἰησοῦς, ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ἡμῶν ἐστιν· (São João 8, 54)
καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτόν. κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. (São João 8, 55)
ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. (São João 8, 56)
εἶπον οὗν οἱ ἰουδαῖοι πρὸς αὐτόν, πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ ἀβραὰμ ἑώρακας; (São João 8, 57)