Gefunden 35140 Ergebnisse für: Ὁ
καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, δοκεῖτε ὅτι οἱ γαλιλαῖοι οὖτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς γαλιλαίους ἐγένοντο, ὅτι ταῦτα πεπόνθασιν; (São Lucas 13, 2)
οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε πάντες ὁμοίως ἀπολεῖσθε. (São Lucas 13, 3)
ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφ᾽ οὓς ἔπεσεν ὁ πύργος ἐν τῶ σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας ἰερουσαλήμ; (São Lucas 13, 4)
οὐχί, λέγω ὑμῖν, ἀλλ᾽ ἐὰν μὴ μετανοῆτε πάντες ὡσαύτως ἀπολεῖσθε. (São Lucas 13, 5)
ἔλεγεν δὲ ταύτην τὴν παραβολήν· συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῶ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὖρεν. (São Lucas 13, 6)
εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, ἰδοὺ τρία ἔτη ἀφ᾽ οὖ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω. ἔκκοψον [οὗν] αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; (São Lucas 13, 7)
ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῶ, κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· (São Lucas 13, 8)
κἂν μὲν ποιήσῃ καρπὸν εἰς τὸ μέλλον _ εἰ δὲ μή γε, ἐκκόψεις αὐτήν. (São Lucas 13, 9)
ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. (São Lucas 13, 10)
καὶ ἰδοὺ γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. (São Lucas 13, 11)
ἰδὼν δὲ αὐτὴν ὁ ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, (São Lucas 13, 12)
καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. (São Lucas 13, 13)