Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • ἀπογράψασθαι σὺν μαριὰμ τῇ ἐμνηστευμένῃ αὐτῶ, οὔσῃ ἐγκύῳ. (São Lucas 2, 5)

  • ἐγένετο δὲ ἐν τῶ εἶναι αὐτοὺς ἐκεῖ ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, (São Lucas 2, 6)

  • καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτὸν καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῶ καταλύματι. (São Lucas 2, 7)

  • καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. (São Lucas 2, 8)

  • καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν. (São Lucas 2, 9)

  • καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην ἥτις ἔσται παντὶ τῶ λαῶ, (São Lucas 2, 10)

  • ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτὴρ ὅς ἐστιν χριστὸς κύριος ἐν πόλει δαυίδ· (São Lucas 2, 11)

  • καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ. (São Lucas 2, 12)

  • καὶ ἐξαίφνης ἐγένετο σὺν τῶ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν καὶ λεγόντων, (São Lucas 2, 13)

  • δόξα ἐν ὑψίστοις θεῶ καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας. (São Lucas 2, 14)

  • καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ᾽ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους, διέλθωμεν δὴ ἕως βηθλέεμ καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ κύριος ἐγνώρισεν ἡμῖν. (São Lucas 2, 15)

  • καὶ ἦλθαν σπεύσαντες καὶ ἀνεῦραν τήν τε μαριὰμ καὶ τὸν ἰωσὴφ καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ· (São Lucas 2, 16)


"O Anjo de Deus não nos abandona jamais." São Padre Pio de Pietrelcina