Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • πορευθεὶς ὁ τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε· (São Mateus 25, 16)

  • ὡσαύτως ὁ τὰ δύο ἐκέρδησεν ἄλλα δύο. (São Mateus 25, 17)

  • ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. (São Mateus 25, 18)

  • μετὰ δὲ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ᾽ αὐτῶν. (São Mateus 25, 19)

  • καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων, κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα. (São Mateus 25, 20)

  • ἔφη αὐτῶ ὁ κύριος αὐτοῦ, εὗ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. (São Mateus 25, 21)

  • προσελθὼν [δὲ] καὶ ὁ τὰ δύο τάλαντα εἶπεν, κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα. (São Mateus 25, 22)

  • ἔφη αὐτῶ ὁ κύριος αὐτοῦ, εὗ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. (São Mateus 25, 23)

  • προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· (São Mateus 25, 24)

  • καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. (São Mateus 25, 25)

  • ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῶ, πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα; (São Mateus 25, 26)

  • ἔδει σε οὗν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. (São Mateus 25, 27)


"O trabalho é tão sagrado como a oração". São Padre Pio de Pietrelcina