Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • καὶ ἠκολούθησαν αὐτῶ ὄχλοι πολλοὶ ἀπὸ τῆς γαλιλαίας καὶ δεκαπόλεως καὶ ἱεροσολύμων καὶ ἰουδαίας καὶ πέραν τοῦ ἰορδάνου. (São Mateus 4, 25)

  • ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθαν αὐτῶ οἱ μαθηταὶ αὐτοῦ· (São Mateus 5, 1)

  • καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων, (São Mateus 5, 2)

  • μακάριοι οἱ πτωχοὶ τῶ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. (São Mateus 5, 3)

  • μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. (São Mateus 5, 4)

  • μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν. (São Mateus 5, 5)

  • μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. (São Mateus 5, 6)

  • μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. (São Mateus 5, 7)

  • μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. (São Mateus 5, 8)

  • μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ θεοῦ κληθήσονται. (São Mateus 5, 9)

  • μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. (São Mateus 5, 10)

  • μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσιν καὶ εἴπωσιν πᾶν πονηρὸν καθ᾽ ὑμῶν [ψευδόμενοι] ἕνεκεν ἐμοῦ· (São Mateus 5, 11)


"A mansidão reprime a ira." São Padre Pio de Pietrelcina