Gefunden 35140 Ergebnisse für: Ὁ
καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀνόμου καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος θεῷ καὶ τοῦ μὴ δουλεύοντος (Malaquias 3, 18)
διότι ἰδοὺ ἡμέρα κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτούς καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη λέγει κύριος παντοκράτωρ καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα (Malaquias 3, 19)
καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα (Malaquias 3, 20)
καὶ καταπατήσετε ἀνόμους διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ λέγει κύριος παντοκράτωρ (Malaquias 3, 21)
καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν Ηλιαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ (Malaquias 3, 22)
ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην (Malaquias 3, 23)
μνήσθητε νόμου Μωυσῆ τοῦ δούλου μου καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρηβ πρὸς πάντα τὸν Ισραηλ προστάγματα καὶ δικαιώματα (Malaquias 3, 24)
βίβλος γενέσεως ἰησοῦ χριστοῦ υἱοῦ δαυὶδ υἱοῦ ἀβραάμ. (São Mateus 1, 1)
ἀβραὰμ ἐγέννησεν τὸν ἰσαάκ, ἰσαὰκ δὲ ἐγέννησεν τὸν ἰακώβ, ἰακὼβ δὲ ἐγέννησεν τὸν ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, (São Mateus 1, 2)
ἰούδας δὲ ἐγέννησεν τὸν φάρες καὶ τὸν ζάρα ἐκ τῆς θαμάρ, φάρες δὲ ἐγέννησεν τὸν ἑσρώμ, ἑσρὼμ δὲ ἐγέννησεν τὸν ἀράμ, (São Mateus 1, 3)
ἀρὰμ δὲ ἐγέννησεν τὸν ἀμιναδάβ, ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν ναασσών, ναασσὼν δὲ ἐγέννησεν τὸν σαλμών, (São Mateus 1, 4)
σαλμὼν δὲ ἐγέννησεν τὸν βόες ἐκ τῆς ῥαχάβ, βόες δὲ ἐγέννησεν τὸν ἰωβὴδ ἐκ τῆς ῥούθ, ἰωβὴδ δὲ ἐγέννησεν τὸν ἰεσσαί, (São Mateus 1, 5)