Gefunden 35140 Ergebnisse für: Ὁ
καὶ θυρίδες κρυπταί καὶ διεμέτρησεν ἔνθεν καὶ ἔνθεν εἰς τὰ ὀροφώματα τοῦ αιλαμ καὶ τὰ πλευρὰ τοῦ οἴκου ἐζυγωμένα (Ezequiel 41, 26)
καὶ ἐξήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν κατὰ ἀνατολὰς κατέναντι τῆς πύλης τῆς πρὸς βορρᾶν καὶ εἰσήγαγέν με καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι τοῦ ἀπολοίπου καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς βορρᾶν (Ezequiel 42, 1)
ἐπὶ πήχεις ἑκατὸν μῆκος πρὸς βορρᾶν καὶ τὸ πλάτος πεντήκοντα πήχεων (Ezequiel 42, 2)
διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας καὶ ὃν τρόπον τὰ περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας ἐστιχισμέναι ἀντιπρόσωποι στοαὶ τρισσαί (Ezequiel 42, 3)
καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος καὶ τὰ θυρώματα αὐτῶν πρὸς βορρᾶν (Ezequiel 42, 4)
καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ ἐκ τοῦ ὑποκάτωθεν περιστύλου καὶ τὸ διάστημα οὕτως περίστυλον καὶ διάστημα καὶ οὕτως στοαί (Ezequiel 42, 5)
διότι τριπλαῖ ἦσαν καὶ στύλους οὐκ εἶχον καθὼς οἱ στῦλοι τῶν ἐξωτέρων διὰ τοῦτο ἐξείχοντο τῶν ὑποκάτωθεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς (Ezequiel 42, 6)
καὶ φῶς ἔξωθεν ὃν τρόπον αἱ ἐξέδραι τῆς αὐλῆς τῆς ἐξωτέρας αἱ βλέπουσαι ἀπέναντι τῶν ἐξεδρῶν τῶν πρὸς βορρᾶν μῆκος πήχεων πεντήκοντα (Ezequiel 42, 7)
ὅτι τὸ μῆκος τῶν ἐξεδρῶν τῶν βλεπουσῶν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πηχῶν πεντήκοντα καὶ αὗταί εἰσιν ἀντιπρόσωποι ταύταις τὸ πᾶν πηχῶν ἑκατόν (Ezequiel 42, 8)
καὶ αἱ θύραι τῶν ἐξεδρῶν τούτων τῆς εἰσόδου τῆς πρὸς ἀνατολὰς τοῦ εἰσπορεύεσθαι δι’ αὐτῶν ἐκ τῆς αὐλῆς τῆς ἐξωτέρας (Ezequiel 42, 9)
κατὰ τὸ φῶς τοῦ ἐν ἀρχῇ περιπάτου καὶ τὰ πρὸς νότον κατὰ πρόσωπον τοῦ νότου κατὰ πρόσωπον τοῦ ἀπολοίπου καὶ κατὰ πρόσωπον τοῦ διορίζοντος ἐξέδραι (Ezequiel 42, 10)
καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτῶν κατὰ τὰ μέτρα τῶν ἐξεδρῶν τῶν πρὸς βορρᾶν καὶ κατὰ τὸ μῆκος αὐτῶν καὶ κατὰ τὸ εὖρος αὐτῶν καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτῶν καὶ κατὰ πάσας τὰς ἐπιστροφὰς αὐτῶν καὶ κατὰ τὰ φῶτα αὐτῶν καὶ κατὰ τὰ θυρώματα αὐτῶν (Ezequiel 42, 11)