Gefunden 35140 Ergebnisse für: Ὁ
εἰ ἔστιν σοι οἰκέτης ἔστω ὡς σύ ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν (Eclesiástico 33, 31)
εἰ ἔστιν σοι οἰκέτης ἄγε αὐτὸν ὡς ἀδελφόν ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῷ (Eclesiástico 33, 32)
ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν (Eclesiástico 33, 33)
κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας (Eclesiástico 34, 1)
ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον οὕτως ὁ ἐπέχων ἐνυπνίοις (Eclesiástico 34, 2)
τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων κατέναντι προσώπου ὁμοίωμα προσώπου (Eclesiástico 34, 3)
ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει (Eclesiástico 34, 4)
μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν καὶ ὡς ὠδινούσης φαντάζεται καρδία (Eclesiástico 34, 5)
ἐὰν μὴ παρὰ ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου (Eclesiástico 34, 6)
πολλοὺς γὰρ ἐπλάνησεν τὰ ἐνύπνια καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ’ αὐτοῖς (Eclesiástico 34, 7)
ἄνευ ψεύδους συντελεσθήσεται νόμος καὶ σοφία στόματι πιστῷ τελείωσις (Eclesiástico 34, 8)
ἀνὴρ πεπλανημένος ἔγνω πολλά καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν (Eclesiástico 34, 9)