Gefunden 35140 Ergebnisse für: Ὁ
σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις (Eclesiástico 20, 30)
κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ (Eclesiástico 20, 31)
τέκνον ἥμαρτες μὴ προσθῇς μηκέτι καὶ περὶ τῶν προτέρων σου δεήθητι (Eclesiástico 21, 1)
ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε ἀπὸ ἁμαρτίας ἐὰν γὰρ προσέλθῃς δήξεταί σε ὀδόντες λέοντος οἱ ὀδόντες αὐτῆς ἀναιροῦντες ψυχὰς ἀνθρώπων (Eclesiástico 21, 2)
ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις (Eclesiástico 21, 3)
καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσιν πλοῦτον οὕτως οἶκος ὑπερηφάνου ἐρημωθήσεται (Eclesiástico 21, 4)
δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται (Eclesiástico 21, 5)
μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ (Eclesiástico 21, 6)
γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθάνειν αὐτόν (Eclesiástico 21, 7)
ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις ὡς συνάγων αὐτοῦ τοὺς λίθους εἰς χειμῶνα (Eclesiástico 21, 8)
στιππύον συνηγμένον συναγωγὴ ἀνόμων καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρός (Eclesiástico 21, 9)
ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ἐκ λίθων καὶ ἐπ’ ἐσχάτων αὐτῆς βόθρος ᾅδου (Eclesiástico 21, 10)