Mosaico decorativo

Gefunden 35140 Ergebnisse für: Ὁ

  • εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά ἀποπέσοιν ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός (Salmos 7, 5)

  • καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι διάψαλμα (Salmos 7, 6)

  • ἀνάστηθι κύριε ἐν ὀργῇ σου ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου ἐξεγέρθητι κύριε ὁ θεός μου ἐν προστάγματι ᾧ ἐνετείλω (Salmos 7, 7)

  • καὶ συναγωγὴ λαῶν κυκλώσει σε καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον (Salmos 7, 8)

  • κύριος κρινεῖ λαούς κρῖνόν με κύριε κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ’ ἐμοί (Salmos 7, 9)

  • συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός (Salmos 7, 10)

  • δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ (Salmos 7, 11)

  • ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ’ ἑκάστην ἡμέραν (Salmos 7, 12)

  • ἐὰν μὴ ἐπιστραφῆτε τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ (Salmos 7, 13)

  • καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο (Salmos 7, 14)

  • ἰδοὺ ὠδίνησεν ἀδικίαν συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν (Salmos 7, 15)

  • λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο (Salmos 7, 16)


"É sempre necessário ir para a frente, nunca para trás, na vida espiritual." São Padre Pio de Pietrelcina