Mosaico decorativo

Gefunden 31964 Ergebnisse für: Ἡ

  • ἀπὸ Αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Αρνων καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν Μισωρ ἀπὸ Μαιδαβα ἕως Δαιβαν (Josué 13, 9)

  • πάσας τὰς πόλεις Σηων βασιλέως Αμορραίων ὃς ἐβασίλευσεν ἐν Εσεβων ἕως τῶν ὁρίων υἱῶν Αμμων (Josué 13, 10)

  • καὶ τὴν Γαλααδίτιδα καὶ τὰ ὅρια Γεσιρι καὶ τοῦ Μαχατι πᾶν ὄρος Αερμων καὶ πᾶσαν τὴν Βασανῖτιν ἕως Σελχα (Josué 13, 11)

  • πᾶσαν τὴν βασιλείαν Ωγ ἐν τῇ Βασανίτιδι ὃς ἐβασίλευσεν ἐν Ασταρωθ καὶ ἐν Εδραϊν οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν (Josué 13, 12)

  • καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ισραηλ τὸν Γεσιρι καὶ τὸν Μαχατι καὶ τὸν Χαναναῖον καὶ κατῴκει βασιλεὺς Γεσιρι καὶ ὁ Μαχατι ἐν τοῖς υἱοῖς Ισραηλ ἕως τῆς σήμερον ἡμέρας (Josué 13, 13)

  • πλὴν τῆς φυλῆς Λευι οὐκ ἐδόθη κληρονομία κύριος ὁ θεὸς Ισραηλ οὗτος αὐτῶν κληρονομία καθὰ εἶπεν αὐτοῖς κύριος καὶ οὗτος ὁ καταμερισμός ὃν κατεμέρισεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ ἐν Αραβωθ Μωαβ ἐν τῷ πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω (Josué 13, 14)

  • καὶ ἔδωκεν Μωυσῆς τῇ φυλῇ Ρουβην κατὰ δήμους αὐτῶν (Josué 13, 15)

  • καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Αροηρ ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος Αρνων καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι Αρνων καὶ πᾶσαν τὴν Μισωρ (Josué 13, 16)

  • ἕως Εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ Μισωρ καὶ Δαιβων καὶ Βαμωθβααλ καὶ οἴκου Βεελμων (Josué 13, 17)

  • καὶ Ιασσα καὶ Κεδημωθ καὶ Μεφααθ (Josué 13, 18)

  • καὶ Βαιθφογωρ καὶ Ασηδωθ Φασγα καὶ Βαιθασιμωθ (Josué 13, 20)

  • καὶ πάσας τὰς πόλεις τοῦ Μισωρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηων βασιλέως τῶν Αμορραίων ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιαμ καὶ τὸν Ευι καὶ τὸν Ροκομ καὶ τὸν Σουρ καὶ τὸν Ουρ καὶ τὸν Ροβε ἄρχοντας παρὰ Σηων καὶ τοὺς κατοικοῦντας τὴν γῆν (Josué 13, 21)


"Quanto maiores forem os dons, maior deve ser sua humildade, lembrando de que tudo lhe foi dado como empréstimo." São Padre Pio de Pietrelcina