Gefunden 1232 Ergebnisse für: Ἔσται
καὶ οὐκ ἔσονται ἔτι ἐν προνομῇ τοῖς ἔθνεσιν καὶ τὰ θηρία τῆς γῆς οὐκέτι μὴ φάγωσιν αὐτούς καὶ κατοικήσουσιν ἐν ἐλπίδι καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς (Ezequiel 34, 28)
οὐ δι’ ὑμᾶς ἐγὼ ποιῶ λέγει κύριος κύριος γνωστὸν ἔσται ὑμῖν αἰσχύνθητε καὶ ἐντράπητε ἐκ τῶν ὁδῶν ὑμῶν οἶκος Ισραηλ (Ezequiel 36, 32)
καὶ ἔσται ὅταν λέγωσιν πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου οὐκ ἀναγγελεῖς ἡμῖν τί ἐστιν ταῦτά σοι (Ezequiel 37, 18)
καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ισραηλ καὶ ἄρχων εἷς ἔσται αὐτῶν καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας (Ezequiel 37, 22)
καὶ ὁ δοῦλός μου Δαυιδ ἄρχων ἐν μέσῳ αὐτῶν καὶ ποιμὴν εἷς ἔσται πάντων ὅτι ἐν τοῖς προστάγμασίν μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά (Ezequiel 37, 24)
καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ιακωβ οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν καὶ κατοικήσουσιν ἐπ’ αὐτῆς αὐτοί καὶ Δαυιδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα (Ezequiel 37, 25)
καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης διαθήκη αἰωνία ἔσται μετ’ αὐτῶν καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα (Ezequiel 37, 26)
καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς καὶ ἔσομαι αὐτοῖς θεός καὶ αὐτοί μου ἔσονται λαός (Ezequiel 37, 27)
τάδε λέγει κύριος κύριος καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου καὶ λογιῇ λογισμοὺς πονηροὺς (Ezequiel 38, 10)
καὶ ἀναβήσῃ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γῆν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἔσται καὶ ἀνάξω σε ἐπὶ τὴν γῆν μου ἵνα γνῶσιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τῷ ἁγιασθῆναί με ἐν σοὶ ἐνώπιον αὐτῶν (Ezequiel 38, 16)
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν ἡμέρᾳ ᾗ ἂν ἔλθῃ Γωγ ἐπὶ τὴν γῆν τοῦ Ισραηλ λέγει κύριος κύριος ἀναβήσεται ὁ θυμός μου (Ezequiel 38, 18)
καὶ ὁ ζῆλός μου ἐν πυρὶ τῆς ὀργῆς μου ἐλάλησα εἰ μὴν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται σεισμὸς μέγας ἐπὶ γῆς Ισραηλ (Ezequiel 38, 19)