Gefunden 1603 Ergebnisse für: Ἐὰν
καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς Βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ (I Macabeus 9, 4)
καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς (I Macabeus 9, 8)
καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ιεροσολύμοις καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτοῦ ὀφείλων βασιλικὰ καὶ πᾶν πρᾶγμα ἀπολελύσθωσαν καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου (I Macabeus 10, 43)
καὶ ἀπέστειλεν Δημήτριος πρὸς Ιωναθαν λέγων οὐ ταῦτα μόνον ποιήσω σοι καὶ τῷ ἔθνει σου ἀλλὰ δόξῃ δοξάσω σε καὶ τὸ ἔθνος σου ἐὰν εὐκαιρίας τύχω (I Macabeus 11, 42)
πρεσβύτεροι ἐν ταῖς πλατείαις ἐκάθηντο πάντες περὶ ἀγαθῶν ἐκοινολογοῦντο καὶ οἱ νεανίσκοι ἐνεδύσαντο δόξας καὶ στολὰς πολέμου (I Macabeus 14, 9)
καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀθῶον καὶ ἐδεήθημεν τοῦ κυρίου καὶ εἰσηκούσθημεν καὶ προσηνέγκαμεν θυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεθήκαμεν τοὺς ἄρτους (II Macabeus 1, 8)
ὧν οὖν ἐὰν χρείαν ἔχητε τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε (II Macabeus 2, 15)
ἕτεροι δὲ δύο προσεφάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς κάλλιστοι δὲ τὴν δόξαν διαπρεπεῖς δὲ τὴν περιβολήν οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς (II Macabeus 3, 26)
ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐφάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσθήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ κύριος (II Macabeus 3, 33)
πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράφειν πεντήκοντα πρὸς τοῖς ἑκατόν ἐὰν ἐπιχωρηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐφηβεῖον αὐτῷ συστήσασθαι καὶ τοὺς ἐν Ιεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι (II Macabeus 4, 9)
ὥστε αὐτὸν τὸν βασιλέα καὶ τοὺς σὺν αὐτῷ ἐκπλήσσεσθαι τὴν τοῦ νεανίσκου ψυχήν ὡς ἐν οὐδενὶ τὰς ἀλγηδόνας ἐτίθετο (II Macabeus 7, 12)
τοῦ δὲ νεανίου μηδαμῶς προσέχοντος προσκαλεσάμενος ὁ βασιλεὺς τὴν μητέρα παρῄνει γενέσθαι τοῦ μειρακίου σύμβουλον ἐπὶ σωτηρίᾳ (II Macabeus 7, 25)