Gefunden 12438 Ergebnisse für: Ἐπ
καὶ ἐγένετο ἐν τῶ ἀπορεῖσθαι αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ἐσθῆτι ἀστραπτούσῃ. (São Lucas 24, 4)
ὁ δὲ πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός. (São Lucas 24, 12)
καὶ ἐγένετο ἐν τῶ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, (São Lucas 24, 15)
οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. (São Lucas 24, 16)
ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς· γενόμεναι ὀρθριναὶ ἐπὶ τὸ μνημεῖον (São Lucas 24, 22)
καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὖρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. (São Lucas 24, 24)
καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· (São Lucas 24, 25)
καὶ ἤγγισαν εἰς τὴν κώμην οὖ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιήσατο πορρώτερον πορεύεσθαι. (São Lucas 24, 28)
καὶ ἐγένετο ἐν τῶ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· (São Lucas 24, 30)
αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. (São Lucas 24, 31)
οἱ δὲ ἐπέδωκαν αὐτῶ ἰχθύος ὀπτοῦ μέρος· (São Lucas 24, 42)
καὶ κηρυχθῆναι ἐπὶ τῶ ὀνόματι αὐτοῦ μετάνοιαν εἰς ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη _ ἀρξάμενοι ἀπὸ ἰερουσαλήμ· (São Lucas 24, 47)