Gefunden 12438 Ergebnisse für: Ἐπ
καὶ ἐξαποστελῶ ἐπὶ σὲ λιμὸν καὶ θηρία πονηρὰ καὶ τιμωρήσομαί σε καὶ θάνατος καὶ αἷμα διελεύσονται ἐπὶ σέ καὶ ῥομφαίαν ἐπάξω ἐπὶ σὲ κυκλόθεν ἐγὼ κύριος λελάληκα (Ezequiel 5, 17)
υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ τὰ ὄρη Ισραηλ καὶ προφήτευσον ἐπ’ αὐτὰ (Ezequiel 6, 2)
καὶ ἐρεῖς τὰ ὄρη Ισραηλ ἀκούσατε λόγον κυρίου τάδε λέγει κύριος τοῖς ὄρεσιν καὶ τοῖς βουνοῖς καὶ ταῖς φάραγξιν καὶ ταῖς νάπαις ἰδοὺ ἐγὼ ἐπάγω ἐφ’ ὑμᾶς ῥομφαίαν καὶ ἐξολεθρευθήσεται τὰ ὑψηλὰ ὑμῶν (Ezequiel 6, 3)
καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος (Ezequiel 6, 7)
καὶ μνησθήσονταί μου οἱ ἀνασῳζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν οὗ ᾐχμαλωτεύθησαν ἐκεῖ ὀμώμοκα τῇ καρδίᾳ αὐτῶν τῇ ἐκπορνευούσῃ ἀπ’ ἐμοῦ καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν τοῖς πορνεύουσιν ὀπίσω τῶν ἐπιτηδευμάτων αὐτῶν καὶ κόψονται πρόσωπα αὐτῶν ἐν πᾶσι τοῖς βδελύγμασιν αὐτῶν (Ezequiel 6, 9)
καὶ ἐπιγνώσονται διότι ἐγὼ κύριος λελάληκα (Ezequiel 6, 10)
τάδε λέγει κύριος κρότησον τῇ χειρὶ καὶ ψόφησον τῷ ποδὶ καὶ εἰπόν εὖγε εὖγε ἐπὶ πᾶσιν τοῖς βδελύγμασιν οἴκου Ισραηλ ἐν ῥομφαίᾳ καὶ ἐν θανάτῳ καὶ ἐν λιμῷ πεσοῦνται (Ezequiel 6, 11)
ὁ ἐγγὺς ἐν ῥομφαίᾳ πεσεῖται ὁ δὲ μακρὰν ἐν θανάτῳ τελευτήσει καὶ ὁ περιεχόμενος ἐν λιμῷ συντελεσθήσεται καὶ συντελέσω τὴν ὀργήν μου ἐπ’ αὐτούς (Ezequiel 6, 12)
καὶ γνώσεσθε διότι ἐγὼ κύριος ἐν τῷ εἶναι τοὺς τραυματίας ὑμῶν ἐν μέσῳ τῶν εἰδώλων ὑμῶν κύκλῳ τῶν θυσιαστηρίων ὑμῶν ἐπὶ πάντα βουνὸν ὑψηλὸν καὶ ὑποκάτω δένδρου συσκίου οὗ ἔδωκαν ἐκεῖ ὀσμὴν εὐωδίας πᾶσι τοῖς εἰδώλοις αὐτῶν (Ezequiel 6, 13)
καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπ’ αὐτοὺς καὶ θήσομαι τὴν γῆν εἰς ἀφανισμὸν καὶ εἰς ὄλεθρον ἀπὸ τῆς ἐρήμου Δεβλαθα ἐκ πάσης τῆς κατοικίας καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος (Ezequiel 6, 14)
καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος τῇ γῇ τοῦ Ισραηλ πέρας ἥκει τὸ πέρας ἥκει ἐπὶ τὰς τέσσαρας πτέρυγας τῆς γῆς (Ezequiel 7, 2)
ἐπὶ σὲ τὸν κατοικοῦντα τὴν γῆν ἥκει ὁ καιρός ἤγγικεν ἡ ἡμέρα οὐ μετὰ θορύβων οὐδὲ μετὰ ὠδίνων (Ezequiel 7, 4)