Gefunden 24028 Ergebnisse für: Ἐν
εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ οὐκ ἔστιν θεός διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις οὐκ ἔστιν ποιῶν ἀγαθόν (Salmos 52, 2)
ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἢ ἐκζητῶν τὸν θεόν (Salmos 52, 3)
πάντες ἐξέκλιναν ἅμα ἠχρεώθησαν οὐκ ἔστιν ποιῶν ἀγαθόν οὐκ ἔστιν ἕως ἑνός (Salmos 52, 4)
οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν οἱ ἔσθοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν θεὸν οὐκ ἐπεκαλέσαντο (Salmos 52, 5)
ἐκεῖ φοβηθήσονται φόβον οὗ οὐκ ἦν φόβος ὅτι ὁ θεὸς διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων κατῃσχύνθησαν ὅτι ὁ θεὸς ἐξουδένωσεν αὐτούς (Salmos 52, 6)
τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ιακωβ καὶ εὐφρανθήσεται Ισραηλ (Salmos 52, 7)
Gr. Psalm 53 (Heb. 54) εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαυιδ (Salmos 53, 1)
ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ σαουλ οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ’ ἡμῖν (Salmos 53, 2)
ὁ θεός ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με (Salmos 53, 3)
ὁ θεός εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου (Salmos 53, 4)
ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπ’ ἐμέ καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν διάψαλμα (Salmos 53, 5)
ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου ἐν τῇ ἀληθείᾳ σου ἐξολέθρευσον αὐτούς (Salmos 53, 7)