Gefunden 24028 Ergebnisse für: Ἐν
καὶ πόλεις εἰς τὰ γενήματα σίτου καὶ ἐλαίου καὶ οἴνου καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια (II Crônicas 32, 28)
καὶ πόλεις ἃς ᾠκοδόμησεν αὑτῷ καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος ὅτι ἔδωκεν αὐτῷ κύριος ἀποσκευὴν πολλὴν σφόδρα (II Crônicas 32, 29)
αὐτὸς Εζεκιας ἐνέφραξεν τὴν ἔξοδον τοῦ ὕδατος Γιων τὸ ἄνω καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυιδ καὶ εὐοδώθη Εζεκιας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ (II Crônicas 32, 30)
καὶ οὕτως τοῖς πρεσβευταῖς τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσιν πρὸς αὐτὸν πυθέσθαι παρ’ αὐτοῦ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τῆς γῆς καὶ ἐγκατέλιπεν αὐτὸν κύριος τοῦ πειράσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ (II Crônicas 32, 31)
καὶ τὰ κατάλοιπα τῶν λόγων Εζεκιου καὶ τὸ ἔλεος αὐτοῦ ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ Ησαιου υἱοῦ Αμως τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ (II Crônicas 32, 32)
καὶ ἐκοιμήθη Εζεκιας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυιδ καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ καὶ ἐβασίλευσεν Μανασσης υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ (II Crônicas 32, 33)
ὢν δέκα δύο ἐτῶν Μανασσης ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ (II Crônicas 33, 1)
καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ἀπὸ πάντων τῶν βδελυγμάτων τῶν ἐθνῶν οὓς ἐξωλέθρευσεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ισραηλ (II Crônicas 33, 2)
καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλά ἃ κατέσπασεν Εζεκιας ὁ πατὴρ αὐτοῦ καὶ ἔστησεν στήλας ταῖς Βααλιμ καὶ ἐποίησεν ἄλση καὶ προσεκύνησεν πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς (II Crônicas 33, 3)
καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ κυρίου οὗ εἶπεν κύριος ἐν Ιερουσαλημ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα (II Crônicas 33, 4)
καὶ ᾠκοδόμησεν θυσιαστήρια πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου κυρίου (II Crônicas 33, 5)
καὶ αὐτὸς διήγαγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν Γαι-βαναι-εννομ καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο καὶ ἐφαρμακεύετο καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ ἐπαοιδούς ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ παροργίσαι αὐτόν (II Crônicas 33, 6)