Gefunden 24028 Ergebnisse für: Ἐν
αὕτη ἡ κακία ἣν ἐποίησεν Αδερ καὶ ἐβαρυθύμησεν ἐν Ισραηλ καὶ ἐβασίλευσεν ἐν γῇ Εδωμ (I Reis 11, 25)
καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπήρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμων ᾠκοδόμησεν τὴν ἄκραν συνέκλεισεν τὸν φραγμὸν τῆς πόλεως Δαυιδ τοῦ πατρὸς αὐτοῦ (I Reis 11, 27)
καὶ ὁ ἄνθρωπος Ιεροβοαμ ἰσχυρὸς δυνάμει καὶ εἶδεν Σαλωμων τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστίν καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ιωσηφ (I Reis 11, 28)
καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ καὶ Ιεροβοαμ ἐξῆλθεν ἐξ Ιερουσαλημ καὶ εὗρεν αὐτὸν Αχιας ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ καὶ ὁ Αχιας περιβεβλημένος ἱματίῳ καινῷ καὶ ἀμφότεροι ἐν τῷ πεδίῳ (I Reis 11, 29)
καὶ ἐπελάβετο Αχια τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπ’ αὐτῷ καὶ διέρρηξεν αὐτὸ δώδεκα ῥήγματα (I Reis 11, 30)
καὶ εἶπεν τῷ Ιεροβοαμ λαβὲ σεαυτῷ δέκα ῥήγματα ὅτι τάδε λέγει κύριος ὁ θεὸς Ισραηλ ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμων καὶ δώσω σοι δέκα σκῆπτρα (I Reis 11, 31)
καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυιδ καὶ διὰ Ιερουσαλημ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ισραηλ (I Reis 11, 32)
ἀνθ’ ὧν κατέλιπέν με καὶ ἐποίησεν τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμως καὶ τοῖς εἰδώλοις Μωαβ καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Αμμων καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ ὡς Δαυιδ ὁ πατὴρ αὐτοῦ (I Reis 11, 33)
καὶ οὐ μὴ λάβω ὅλην τὴν βασιλείαν ἐκ χειρὸς αὐτοῦ διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ διὰ Δαυιδ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν (I Reis 11, 34)
τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυιδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ιερουσαλημ τῇ πόλει ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι ὄνομά μου ἐκεῖ (I Reis 11, 36)
καὶ σὲ λήμψομαι καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ισραηλ (I Reis 11, 37)
καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ τοῦ φυλάξασθαι τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου καθὼς ἐποίησεν Δαυιδ ὁ δοῦλός μου καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστόν καθὼς ᾠκοδόμησα τῷ Δαυιδ (I Reis 11, 38)