Mosaico decorativo

Gefunden 24028 Ergebnisse für: Ἐν

  • καὶ ἐπιστεύθη Δαυιδ ἐν τῷ Αγχους σφόδρα λέγων ᾔσχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ισραηλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα (I Samuel 27, 12)

  • καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ισραηλ καὶ εἶπεν Αγχους πρὸς Δαυιδ γινώσκων γνώσει ὅτι μετ’ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου (I Samuel 28, 1)

  • καὶ εἶπεν Δαυιδ πρὸς Αγχους οὕτω νῦν γνώσει ἃ ποιήσει ὁ δοῦλός σου καὶ εἶπεν Αγχους πρὸς Δαυιδ οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας (I Samuel 28, 2)

  • καὶ Σαμουηλ ἀπέθανεν καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ καὶ θάπτουσιν αὐτὸν ἐν Αρμαθαιμ ἐν πόλει αὐτοῦ καὶ Σαουλ περιεῖλεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς (I Samuel 28, 3)

  • καὶ εἶδεν Σαουλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα (I Samuel 28, 5)

  • καὶ ἐπηρώτησεν Σαουλ διὰ κυρίου καὶ οὐκ ἀπεκρίθη αὐτῷ κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις (I Samuel 28, 6)

  • καὶ εἶπεν Σαουλ τοῖς παισὶν αὐτοῦ ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Αενδωρ (I Samuel 28, 7)

  • καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ’ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι (I Samuel 28, 8)

  • καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαουλ ὡς ἐξωλέθρευσεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν (I Samuel 28, 9)

  • καὶ ὤμοσεν αὐτῇ Σαουλ λέγων ζῇ κύριος εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ (I Samuel 28, 10)

  • καὶ εἶπεν ἡ γυνή τίνα ἀναγάγω σοι καὶ εἶπεν τὸν Σαμουηλ ἀνάγαγέ μοι (I Samuel 28, 11)

  • καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουηλ καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαουλ ἵνα τί παρελογίσω με καὶ σὺ εἶ Σαουλ (I Samuel 28, 12)


"Devo fazer somente a vontade de Deus e, se lhe agrado, o restante não conta." São Padre Pio de Pietrelcina