Gefunden 24028 Ergebnisse für: Ἐν
καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ ἕως ἐλθεῖν ἄχρις Αρνων ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως Εβελχαρμιν πληγὴν μεγάλην σφόδρα καὶ συνεστάλησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ (Juízes 11, 33)
καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς καὶ ἦν αὕτη μονογενής οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ (Juízes 11, 34)
καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν ἆ ἆ θυγάτηρ μου ταραχῇ ἐτάραξάς με καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς κύριον καὶ οὐ δυνήσομαι ἐπιστρέψαι (Juízes 11, 35)
ἡ δὲ εἶπεν πρὸς αὐτόν πάτερ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου ἐν τῷ ποιῆσαί σοι κύριον ἐκδίκησιν ἀπὸ τῶν ἐχθρῶν σου ἀπὸ υἱῶν Αμμων (Juízes 11, 36)
καὶ ἥδε εἶπεν πρὸς τὸν πατέρα αὐτῆς ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου (Juízes 11, 37)
καὶ εἶπεν πορεύου καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη (Juízes 11, 38)
καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ισραηλ (Juízes 11, 39)
ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε Γαλααδ ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ (Juízes 11, 40)
καὶ ἐβόησεν ἀνὴρ Εφραιμ καὶ παρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ιεφθαε διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί (Juízes 12, 1)
καὶ εἶπεν Ιεφθαε πρὸς αὐτούς ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων σφόδρα καὶ ἐβόησα ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν (Juízes 12, 2)
καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Αμμων καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ εἰς τί ἀνέβητε ἐπ’ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί (Juízes 12, 3)
καὶ συνέστρεψεν Ιεφθαε τοὺς πάντας ἄνδρας Γαλααδ καὶ παρετάξατο τῷ Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἶπαν οἱ διασῳζόμενοι τοῦ Εφραιμ ὑμεῖς Γαλααδ ἐν μέσῳ τοῦ Εφραιμ καὶ ἐν μέσῳ τοῦ Μανασση (Juízes 12, 4)