Gefunden 24028 Ergebnisse für: Ἐν
καὶ ἦν δράκων ἐν τῷ αὐτῷ τόπῳ καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι (Daniel 14, 23)
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιηλ μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει προσκύνησον αὐτῷ (Daniel 14, 24)
καὶ εἶπεν Δανιηλ βασιλεῦ δός μοι τὴν ἐξουσίαν καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῥάβδου (Daniel 14, 25)
καὶ συνεχώρησεν αὐτῷ ὁ βασιλεὺς καὶ εἶπεν αὐτῷ δέδοταί σοι (Daniel 14, 26)
καὶ λαβὼν ὁ Δανιηλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζαν καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος καὶ φαγὼν διερράγη καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων οὐ ταῦτα σέβεσθε βασιλεῦ (Daniel 14, 27)
καὶ συνήχθησαν οἱ ἀπὸ τῆς χώρας πάντες ἐπὶ τὸν Δανιηλ καὶ εἶπαν Ιουδαῖος γέγονεν ὁ βασιλεύς τὸν Βηλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινε (Daniel 14, 28)
καὶ ἰδὼν ὁ βασιλεὺς ὅτι ἐπισυνήχθη ὁ ὄχλος τῆς χώρας ἐπ’ αὐτόν ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν δίδωμι τὸν Δανιηλ εἰς ἀπώλειαν (Daniel 14, 30)
ἦν δὲ λάκκος ἐν ᾧ ἐτρέφοντο λέοντες ἑπτά οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως καὶ ἐχορηγεῖτο αὐτοῖς καθ’ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο καὶ ἐνεβάλοσαν τὸν Δανιηλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον ἵνα καταβρωθῇ καὶ μηδὲ ταφῆς τύχῃ καὶ ἦν ἐν τῷ λάκκῳ Δανιηλ ἡμέρας ἕξ (Daniel 14, 32)
καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἦν Αμβακουμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάς (Daniel 14, 33)
καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Αμβακουμ λέγων τάδε λέγει σοι κύριος ὁ θεός τὸ ἄριστον ὃ ἔχεις ἀπένεγκε Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν Βαβυλῶνι (Daniel 14, 34)
καὶ εἶπεν Αμβακουμ κύριε ὁ θεός οὐχ ἑώρακα τὴν Βαβυλῶνα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστι (Daniel 14, 35)
καὶ ἐπιλαβόμενος αὐτοῦ ὁ ἄγγελος κυρίου τοῦ Αμβακουμ τῆς κόμης αὐτοῦ τῆς κεφαλῆς ἔθηκεν αὐτὸν ἐπάνω τοῦ λάκκου τοῦ ἐν Βαβυλῶνι (Daniel 14, 36)