Gefunden 24028 Ergebnisse für: Ἐν
οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη (Eclesiástico 15, 9)
ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος καὶ ὁ κύριος εὐοδώσει αὐτόν (Eclesiástico 15, 10)
μὴ εἴπῃς ὅτι διὰ κύριον ἀπέστην ἃ γὰρ ἐμίσησεν οὐ ποιήσει (Eclesiástico 15, 11)
μὴ εἴπῃς ὅτι αὐτός με ἐπλάνησεν οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ (Eclesiástico 15, 12)
πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν (Eclesiástico 15, 13)
αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ (Eclesiástico 15, 14)
ἐὰν θέλῃς συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιῆσαι εὐδοκίας (Eclesiástico 15, 15)
παρέθηκέν σοι πῦρ καὶ ὕδωρ οὗ ἐὰν θέλῃς ἐκτενεῖς τὴν χεῖρά σου (Eclesiástico 15, 16)
ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ (Eclesiástico 15, 17)
ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα (Eclesiástico 15, 18)
οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν (Eclesiástico 15, 20)
ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται (Eclesiástico 16, 4)