Mosaico decorativo

Gefunden 24028 Ergebnisse für: Ἐν

  • καὶ ἔγνω Ιουδας καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ καὶ ἐπάταξεν αὐτὸν καὶ ἀπέκτεινεν καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον (I Macabeus 3, 11)

  • καὶ ἔλαβον τὰ σκῦλα αὐτῶν καὶ τὴν μάχαιραν Ἀπολλωνίου ἔλαβεν Ιουδας καὶ ἦν πολεμῶν ἐν αὐτῇ πάσας τὰς ἡμέρας (I Macabeus 3, 12)

  • καὶ ἤκουσεν Σήρων ὁ ἄρχων τῆς δυνάμεως Συρίας ὅτι ἤθροισεν Ιουδας ἄθροισμα καὶ ἐκκλησίαν πιστῶν μετ’ αὐτοῦ καὶ ἐκπορευομένων εἰς πόλεμον (I Macabeus 3, 13)

  • καὶ εἶπεν ποιήσω ἐμαυτῷ ὄνομα καὶ δοξασθήσομαι ἐν τῇ βασιλείᾳ καὶ πολεμήσω τὸν Ιουδαν καὶ τοὺς σὺν αὐτῷ τοὺς ἐξουδενοῦντας τὸν λόγον τοῦ βασιλέως (I Macabeus 3, 14)

  • καὶ προσέθετο καὶ ἀνέβη μετ’ αὐτοῦ παρεμβολὴ ἀσεβῶν ἰσχυρὰ βοηθῆσαι αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν υἱοῖς Ισραηλ (I Macabeus 3, 15)

  • καὶ ἤγγισεν ἕως ἀναβάσεως Βαιθωρων καὶ ἐξῆλθεν Ιουδας εἰς συνάντησιν αὐτῷ ὀλιγοστός (I Macabeus 3, 16)

  • καὶ εἶπεν Ιουδας εὔκοπόν ἐστιν συγκλεισθῆναι πολλοὺς ἐν χερσὶν ὀλίγων καὶ οὐκ ἔστιν διαφορὰ ἐναντίον τοῦ οὐρανοῦ σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις (I Macabeus 3, 18)

  • ὅτι οὐκ ἐν πλήθει δυνάμεως νίκη πολέμου ἐστίν ἀλλ’ ἐκ τοῦ οὐρανοῦ ἡ ἰσχύς (I Macabeus 3, 19)

  • αὐτοὶ ἔρχονται ἐφ’ ἡμᾶς ἐν πλήθει ὕβρεως καὶ ἀνομίας τοῦ ἐξᾶραι ἡμᾶς καὶ τὰς γυναῖκας ἡμῶν καὶ τὰ τέκνα ἡμῶν τοῦ σκυλεῦσαι ἡμᾶς (I Macabeus 3, 20)

  • ἡμεῖς δὲ πολεμοῦμεν περὶ τῶν ψυχῶν ἡμῶν καὶ τῶν νομίμων ἡμῶν (I Macabeus 3, 21)

  • ὡς δὲ ἐπαύσατο λαλῶν ἐνήλατο εἰς αὐτοὺς ἄφνω καὶ συνετρίβη Σήρων καὶ ἡ παρεμβολὴ αὐτοῦ ἐνώπιον αὐτοῦ (I Macabeus 3, 23)

  • καὶ ἐδίωκον αὐτὸν ἐν τῇ καταβάσει Βαιθωρων ἕως τοῦ πεδίου καὶ ἔπεσον ἀπ’ αὐτῶν εἰς ἄνδρας ὀκτακοσίους οἱ δὲ λοιποὶ ἔφυγον εἰς γῆν Φυλιστιιμ (I Macabeus 3, 24)


"Deus não opera prodígios onde não há fé." São Padre Pio de Pietrelcina