Mosaico decorativo

Gefunden 10040 Ergebnisse für: Ἐκ

  • εἰδότες [δὲ] ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ἰησοῦ χριστοῦ, καὶ ἡμεῖς εἰς χριστὸν ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. (Gálatas 2, 16)

  • γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὖτοι υἱοί εἰσιν ἀβραάμ. (Gálatas 3, 7)

  • προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεὸς προευηγγελίσατο τῶ ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. (Gálatas 3, 8)

  • ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῶ πιστῶ ἀβραάμ. (Gálatas 3, 9)

  • ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῶ θεῶ δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται· (Gálatas 3, 11)

  • ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽ ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς. (Gálatas 3, 12)

  • χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται, ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου, (Gálatas 3, 13)

  • ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. (Gálatas 3, 15)

  • τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. (Gálatas 3, 17)

  • εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῶ δὲ ἀβραὰμ δι᾽ ἐπαγγελίας κεχάρισται ὁ θεός. (Gálatas 3, 18)

  • ὁ οὗν νόμος κατὰ τῶν ἐπαγγελιῶν [τοῦ θεοῦ]; μὴ γένοιτο· εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη. (Gálatas 3, 21)

  • ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως ἰησοῦ χριστοῦ δοθῇ τοῖς πιστεύουσιν. (Gálatas 3, 22)


"Sigamos o caminho que nos conduz a Deus." São Padre Pio de Pietrelcina