Mosaico decorativo

Gefunden 2876 Ergebnisse für: ιστορία του λαού του Ισραήλ

  • τάδε λέγει κύριος καταδεδυνάστευνται οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα ἅμα πάντες οἱ αἰχμαλωτεύσαντες αὐτοὺς κατεδυνάστευσαν αὐτούς ὅτι οὐκ ἠθέλησαν ἐξαποστεῖλαι αὐτούς (Jeremias 27, 33)

  • διότι οὐκ ἐχήρευσεν Ισραηλ καὶ Ιουδας ἀπὸ θεοῦ αὐτῶν ἀπὸ κυρίου παντοκράτορος ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ισραηλ (Jeremias 28, 5)

  • παρασκευάζετε τὰ τοξεύματα πληροῦτε τὰς φαρέτρας ἤγειρεν κύριος τὸ πνεῦμα βασιλέως Μήδων ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι αὐτήν ὅτι ἐκδίκησις κυρίου ἐστίν ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν (Jeremias 28, 11)

  • Gr. Jeremiah 30:17–22 (Heb. 49:1–6) τοῖς υἱοῖς Αμμων οὕτως εἶπεν κύριος μὴ υἱοὶ οὔκ εἰσιν ἐν Ισραηλ ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς διὰ τί παρέλαβεν Μελχομ τὸν Γαδ καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει (Jeremias 30, 17)

  • διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀκουτιῶ ἐπὶ Ραββαθ θόρυβον πολέμων καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται καὶ παραλήμψεται Ισραηλ τὴν ἀρχὴν αὐτοῦ (Jeremias 30, 18)

  • καὶ καταισχυνθήσεται Μωαβ ἀπὸ Χαμως ὥσπερ κατῃσχύνθη οἶκος Ισραηλ ἀπὸ Βαιθηλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπ’ αὐτοῖς (Jeremias 31, 13)

  • καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι Ισραηλ εἰ ἐν κλοπαῖς σου εὑρέθη ὅτι ἐπολέμεις αὐτόν (Jeremias 31, 27)

  • οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ λαβὲ τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς πάντα τὰ ἔθνη πρὸς ἃ ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς (Jeremias 32, 15)

  • καὶ ἀνέστησαν ἄνδρες τῶν πρεσβυτέρων τῆς γῆς καὶ εἶπαν πάσῃ τῇ συναγωγῇ τοῦ λαοῦ (Jeremias 33, 17)

  • καὶ ἐξηγάγοσαν αὐτὸν ἐκεῖθεν καὶ εἰσηγάγοσαν αὐτὸν πρὸς τὸν βασιλέα καὶ ἐπάταξεν αὐτὸν ἐν μαχαίρᾳ καὶ ἔρριψεν αὐτὸν εἰς τὸ μνῆμα υἱῶν λαοῦ αὐτοῦ (Jeremias 33, 23)

  • πλὴν χεὶρ Αχικαμ υἱοῦ Σαφαν ἦν μετὰ Ιερεμιου τοῦ μὴ παραδοῦναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ τοῦ μὴ ἀνελεῖν αὐτόν (Jeremias 33, 24)

  • καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν (Jeremias 34, 4)


"A mulher forte é a que tem temor de Deus e faz a vontade de Deus." São Padre Pio de Pietrelcina