Mosaico decorativo

Gefunden 3466 Ergebnisse für: θεός του Ισραήλ

  • καὶ εἶπεν Αβεννηρ πρὸς τοὺς πρεσβυτέρους Ισραηλ λέγων ἐχθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυιδ βασιλεύειν ἐφ’ ὑμῶν (II Samuel 3, 17)

  • καὶ νῦν ποιήσατε ὅτι κύριος ἐλάλησεν περὶ Δαυιδ λέγων ἐν χειρὶ τοῦ δούλου μου Δαυιδ σώσω τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν (II Samuel 3, 18)

  • καὶ ἐλάλησεν Αβεννηρ ἐν τοῖς ὠσὶν Βενιαμιν καὶ ἐπορεύθη Αβεννηρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυιδ εἰς Χεβρων πάντα ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ισραηλ καὶ ἐν ὀφθαλμοῖς παντὸς οἴκου Βενιαμιν (II Samuel 3, 19)

  • καὶ εἶπεν Αβεννηρ πρὸς Δαυιδ ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ισραηλ καὶ διαθήσομαι μετὰ σοῦ διαθήκην καὶ βασιλεύσεις ἐπὶ πᾶσιν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου καὶ ἀπέστειλεν Δαυιδ τὸν Αβεννηρ καὶ ἐπορεύθη ἐν εἰρήνῃ (II Samuel 3, 21)

  • καὶ ἦλθεν πᾶς ὁ λαὸς περιδειπνῆσαι τὸν Δαυιδ ἄρτοις ἔτι οὔσης ἡμέρας καὶ ὤμοσεν Δαυιδ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη ὅτι ἐὰν μὴ δύῃ ὁ ἥλιος οὐ μὴ γεύσωμαι ἄρτου ἢ ἀπὸ παντός τινος (II Samuel 3, 35)

  • καὶ ἔγνω πᾶς ὁ λαὸς καὶ πᾶς Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι οὐκ ἐγένετο παρὰ τοῦ βασιλέως θανατῶσαι τὸν Αβεννηρ υἱὸν Νηρ (II Samuel 3, 37)

  • καὶ εἶπεν ὁ βασιλεὺς πρὸς τοὺς παῖδας αὐτοῦ οὐκ οἴδατε ὅτι ἡγούμενος μέγας πέπτωκεν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐν τῷ Ισραηλ (II Samuel 3, 38)

  • καὶ ἤκουσεν Μεμφιβοσθε υἱὸς Σαουλ ὅτι τέθνηκεν Αβεννηρ ἐν Χεβρων καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ καὶ πάντες οἱ ἄνδρες Ισραηλ παρείθησαν (II Samuel 4, 1)

  • καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ισραηλ πρὸς Δαυιδ εἰς Χεβρων καὶ εἶπαν αὐτῷ ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς (II Samuel 5, 1)

  • καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαουλ βασιλέως ἐφ’ ἡμῖν σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ισραηλ καὶ εἶπεν κύριος πρὸς σέ σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ισραηλ καὶ σὺ ἔσει εἰς ἡγούμενον ἐπὶ τὸν Ισραηλ (II Samuel 5, 2)

  • καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ισραηλ πρὸς τὸν βασιλέα εἰς Χεβρων καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυιδ διαθήκην ἐν Χεβρων ἐνώπιον κυρίου καὶ χρίουσιν τὸν Δαυιδ εἰς βασιλέα ἐπὶ πάντα Ισραηλ (II Samuel 5, 3)

  • ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν Ιουδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ισραηλ καὶ Ιουδαν ἐν Ιερουσαλημ (II Samuel 5, 5)


"Enquanto estivermos vivos sempre seremos tentados. A vida é uma contínua luta." São Padre Pio de Pietrelcina