Gefunden 496 Ergebnisse für: η απελευθέρωση του λαού
καὶ προεθυμήθησάν τινες ἀπὸ τοῦ λαοῦ καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν ποιῆσαι τὰ δικαιώματα τῶν ἐθνῶν (I Macabeus 1, 13)
καὶ συνηθροίσθησαν ἀπὸ τοῦ λαοῦ πολλοὶ πρὸς αὐτούς πᾶς ὁ ἐγκαταλείπων τὸν νόμον καὶ ἐποίησαν κακὰ ἐν τῇ γῇ (I Macabeus 1, 52)
καὶ εἶπεν οἴμμοι ἵνα τί τοῦτο ἐγεννήθην ἰδεῖν τὸ σύντριμμα τοῦ λαοῦ μου καὶ τὸ σύντριμμα τῆς ἁγίας πόλεως καὶ καθίσαι ἐκεῖ ἐν τῷ δοθῆναι αὐτὴν ἐν χειρὶ ἐχθρῶν τὸ ἁγίασμα ἐν χειρὶ ἀλλοτρίων (I Macabeus 2, 7)
καὶ ὑμεῖς προσάξετε πρὸς ὑμᾶς πάντας τοὺς ποιητὰς τοῦ νόμου καὶ ἐκδικήσατε ἐκδίκησιν τοῦ λαοῦ ὑμῶν (I Macabeus 2, 67)
καὶ εἶπαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ ἀναστήσωμεν τὴν καθαίρεσιν τοῦ λαοῦ ἡμῶν καὶ πολεμήσωμεν περὶ τοῦ λαοῦ ἡμῶν καὶ τῶν ἁγίων (I Macabeus 3, 43)
καὶ μετὰ τοῦτο κατέστησεν Ιουδας ἡγουμένους τοῦ λαοῦ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους (I Macabeus 3, 55)
οὕτως σύγκλεισον τὴν παρεμβολὴν ταύτην ἐν χειρὶ λαοῦ σου Ισραηλ καὶ αἰσχυνθήτωσαν ἐπὶ τῇ δυνάμει καὶ τῇ ἵππῳ αὐτῶν (I Macabeus 4, 31)
καὶ κατέλιπεν Ιωσηπον τὸν τοῦ Ζαχαριου καὶ Αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ Ιουδαίᾳ εἰς τήρησιν (I Macabeus 5, 18)
καὶ ἐνετείλατο αὐτοῖς λέγων πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς (I Macabeus 5, 19)
ὡς δὲ ἤγγισεν Ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον (I Macabeus 5, 42)
καὶ ἐτροπώθη Ιωσηπος καὶ Αζαριας καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς Ιουδαίας καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ Ισραηλ εἰς δισχιλίους ἄνδρας (I Macabeus 5, 60)
καὶ περιεκάθηντο ἐπ’ αὐτὴν οἱ υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἠλλοτριοῦντο ἀφ’ ἡμῶν πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμῶν ἐθανατοῦντο καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο (I Macabeus 6, 24)