Mosaico decorativo

Gefunden 17461 Ergebnisse für: Τῷ

  • καὶ ἐκ τῶν ἱερέων οἱ ἐμποιούμενοι ἱερωσύνης καὶ οὐχ εὑρέθησαν υἱοὶ Οββια υἱοὶ Ακκως υἱοὶ Ιοδδους τοῦ λαβόντος Αυγιαν γυναῖκα τῶν θυγατέρων Φαρζελλαιου καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτοῦ (Esdras 5, 38)

  • καὶ τούτων ζητηθείσης τῆς γενικῆς γραφῆς ἐν τῷ καταλοχισμῷ καὶ μὴ εὑρεθείσης ἐχωρίσθησαν τοῦ ἱερατεύειν (Esdras 5, 39)

  • καὶ εἶπεν αὐτοῖς Νεεμιας καὶ Ατθαριας μὴ μετέχειν τῶν ἁγίων αὐτούς ἕως ἀναστῇ ἀρχιερεὺς ἐνδεδυμένος τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν (Esdras 5, 40)

  • οἱ δὲ πάντες ἦσαν Ισραηλ ἀπὸ δωδεκαετοῦς χωρὶς παίδων καὶ παιδισκῶν μυριάδες τέσσαρες δισχίλιοι τριακόσιοι ἑξήκοντα παῖδες τούτων καὶ παιδίσκαι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά ψάλται καὶ ψαλτῳδοὶ διακόσιοι τεσσαράκοντα πέντε (Esdras 5, 41)

  • καὶ ἐκ τῶν ἡγουμένων κατὰ τὰς πατριὰς ἐν τῷ παραγίνεσθαι αὐτοὺς εἰς τὸ ἱερὸν τοῦ θεοῦ τὸ ἐν Ιερουσαλημ εὔξαντο ἐγεῖραι τὸν οἶκον ἐπὶ τοῦ τόπου αὐτοῦ κατὰ τὴν αὐτῶν δύναμιν (Esdras 5, 43)

  • καὶ δοῦναι εἰς τὸ ἱερὸν γαζοφυλάκιον τῶν ἔργων χρυσίου μνᾶς χιλίας καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας καὶ στολὰς ἱερατικὰς ἑκατόν (Esdras 5, 44)

  • καὶ κατῳκίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἐκ τοῦ λαοῦ ἐν Ιερουσαλημ καὶ τῇ χώρᾳ οἵ τε ἱεροψάλται καὶ οἱ θυρωροὶ καὶ πᾶς Ισραηλ ἐν ταῖς κώμαις αὐτῶν (Esdras 5, 45)

  • ἐνστάντος δὲ τοῦ ἑβδόμου μηνὸς καὶ ὄντων τῶν υἱῶν Ισραηλ ἑκάστου ἐν τοῖς ἰδίοις συνήχθησαν ὁμοθυμαδὸν εἰς τὸ εὐρύχωρον τοῦ πρώτου πυλῶνος τοῦ πρὸς τῇ ἀνατολῇ (Esdras 5, 46)

  • καὶ ἐπισυνήχθησαν αὐτοῖς ἐκ τῶν ἄλλων ἐθνῶν τῆς γῆς καὶ κατώρθωσαν τὸ θυσιαστήριον ἐπὶ τοῦ τόπου αὐτοῦ ὅτι ἐν ἔχθρᾳ ἦσαν αὐτοῖς καὶ κατίσχυσαν αὐτοὺς πάντα τὰ ἔθνη τὰ ἐπὶ τῆς γῆς καὶ ἀνέφερον θυσίας κατὰ τὸν καιρὸν καὶ ὁλοκαυτώματα τῷ κυρίῳ τὸ πρωινὸν καὶ τὸ δειλινὸν (Esdras 5, 49)

  • καὶ ἠγάγοσαν τὴν τῆς σκηνοπηγίας ἑορτήν ὡς ἐπιτέτακται ἐν τῷ νόμῳ καὶ θυσίας καθ’ ἡμέραν ὡς προσῆκον ἦν (Esdras 5, 50)

  • καὶ μετὰ ταῦτα προσφορὰς ἐνδελεχισμοῦ καὶ θυσίας σαββάτων καὶ νουμηνιῶν καὶ ἑορτῶν πασῶν ἡγιασμένων (Esdras 5, 51)

  • καὶ ὅσοι εὔξαντο εὐχὴν τῷ θεῷ ἀπὸ τῆς νουμηνίας τοῦ ἑβδόμου μηνὸς ἤρξαντο προσφέρειν θυσίας τῷ θεῷ καὶ ὁ ναὸς τοῦ θεοῦ οὔπω ᾠκοδόμητο (Esdras 5, 52)


"Recorramos a Jesus e não às pessoas, pois só Ele nunca nos faltará." São Padre Pio de Pietrelcina