Gefunden 17461 Ergebnisse für: Τῷ
καὶ τῷ Αμεσσαϊ ἐρεῖτε οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ καὶ νῦν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ιωαβ (II Samuel 19, 14)
καὶ ἀπεκρίθη Αβεσσα υἱὸς Σαρουιας καὶ εἶπεν μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεϊ ὅτι κατηράσατο τὸν χριστὸν κυρίου (II Samuel 19, 22)
καὶ εἶπεν Δαυιδ τί ἐμοὶ καὶ ὑμῖν υἱοὶ Σαρουιας ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ισραηλ ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ισραηλ (II Samuel 19, 23)
καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεϊ οὐ μὴ ἀποθάνῃς καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς (II Samuel 19, 24)
καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς τί ὅτι οὐκ ἐπορεύθης μετ’ ἐμοῦ Μεμφιβοσθε (II Samuel 19, 26)
καὶ εἶπεν πρὸς αὐτὸν Μεμφιβοσθε κύριέ μου βασιλεῦ ὁ δοῦλός μου παρελογίσατό με ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ’ αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως ὅτι χωλὸς ὁ δοῦλός σου (II Samuel 19, 27)
καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ θεοῦ καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου (II Samuel 19, 28)
ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου ἀλλ’ ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα (II Samuel 19, 29)
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου εἶπον σὺ καὶ Σιβα διελεῖσθε τὸν ἀγρόν (II Samuel 19, 30)
καὶ εἶπεν Μεμφιβοσθε πρὸς τὸν βασιλέα καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ (II Samuel 19, 31)
καὶ Βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα υἱὸς ὀγδοήκοντα ἐτῶν καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναϊμ ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα (II Samuel 19, 33)
καὶ εἶπεν Βερζελλι πρὸς τὸν βασιλέα πόσαι ἡμέραι ἐτῶν ζωῆς μου ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ιερουσαλημ (II Samuel 19, 35)