Gefunden 17461 Ergebnisse für: Τῷ
καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον τί γλυκύτερον μέλιτος καὶ τί ἰσχυρότερον λέοντος καὶ εἶπεν αὐτοῖς Σαμψων εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου (Juízes 14, 18)
καὶ ἥλατο ἐπ’ αὐτὸν πνεῦμα κυρίου καὶ κατέβη εἰς Ἀσκαλῶνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβεν τὰ ἱμάτια αὐτῶν καὶ ἔδωκεν τὰς στολὰς τοῖς ἀπαγγείλασιν τὸ πρόβλημα καὶ ὠργίσθη θυμῷ Σαμψων καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ (Juízes 14, 19)
καὶ ἐγένετο ἡ γυνὴ Σαμψων ἑνὶ τῶν φίλων αὐτοῦ ὧν ἐφιλίασεν (Juízes 14, 20)
καὶ εἶπεν ὁ πατὴρ αὐτῆς λέγων εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα αὐτῆς ἀγαθωτέρα ὑπὲρ αὐτήν ἔστω δή σοι ἀντὶ αὐτῆς (Juízes 15, 2)
καὶ εἶπεν αὐτοῖς Σαμψων ἠθῴωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων ὅτι ποιῶ ἐγὼ μετ’ αὐτῶν πονηρίαν (Juízes 15, 3)
καὶ ἐπορεύθη Σαμψων καὶ συνέλαβεν τριακοσίας ἀλώπεκας καὶ ἔλαβεν λαμπάδας καὶ ἐπέστρεψεν κέρκον πρὸς κέρκον καὶ ἔθηκεν λαμπάδα μίαν ἀνὰ μέσον τῶν δύο κέρκων καὶ ἔδησεν (Juízes 15, 4)
καὶ ἐξέκαυσεν πῦρ ἐν ταῖς λαμπάσιν καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσιν τῶν ἀλλοφύλων καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας (Juízes 15, 5)
καὶ εἶπαν οἱ ἀλλόφυλοι τίς ἐποίησεν ταῦτα καὶ εἶπαν Σαμψων ὁ νυμφίος τοῦ Θαμνι ὅτι ἔλαβεν τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν πατέρα αὐτῆς ἐν πυρί (Juízes 15, 6)
καὶ εἶπεν αὐτοῖς Σαμψων ἐὰν ποιήσητε οὕτως ταύτην ὅτι εἰ μὴν ἐκδικήσω ἐν ὑμῖν καὶ ἔσχατον κοπάσω (Juízes 15, 7)
καὶ εἶπαν ἀνὴρ Ιουδα εἰς τί ἀνέβητε ἐφ’ ἡμᾶς καὶ εἶπον οἱ ἀλλόφυλοι δῆσαι τὸν Σαμψων ἀνέβημεν καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν (Juízes 15, 10)
καὶ κατέβησαν τρισχίλιοι ἄνδρες ἀπὸ Ιουδα εἰς τρυμαλιὰν πέτρας Ηταμ καὶ εἶπαν τῷ Σαμψων οὐκ οἶδας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμῶν καὶ τί τοῦτο ἐποίησας ἡμῖν καὶ εἶπεν αὐτοῖς Σαμψων ὃν τρόπον ἐποίησάν μοι οὕτως ἐποίησα αὐτοῖς (Juízes 15, 11)
καὶ εἶπαν αὐτῷ δῆσαί σε κατέβημεν τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων καὶ εἶπεν αὐτοῖς Σαμψων ὀμόσατέ μοι μήποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς (Juízes 15, 12)