Gefunden 17461 Ergebnisse für: Τῷ
καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὖρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. (São Lucas 24, 24)
καὶ ἀρξάμενος ἀπὸ μωϊσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διερμήνευσεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. (São Lucas 24, 27)
καὶ ἐγένετο ἐν τῶ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· (São Lucas 24, 30)
αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. (São Lucas 24, 31)
λέγοντας ὅτι ὄντως ἠγέρθη ὁ κύριος καὶ ὤφθη σίμωνι. (São Lucas 24, 34)
ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς, εἰρήνη ὑμῖν. (São Lucas 24, 36)
ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς, ἔχετέ τι βρώσιμον ἐνθάδε; (São Lucas 24, 41)
οἱ δὲ ἐπέδωκαν αὐτῶ ἰχθύος ὀπτοῦ μέρος· (São Lucas 24, 42)
καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. (São Lucas 24, 43)
εἶπεν δὲ πρὸς αὐτούς, οὖτοι οἱ λόγοι μου οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῶ νόμῳ μωϊσέως καὶ τοῖς προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. (São Lucas 24, 44)
τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς. (São Lucas 24, 45)
καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως γέγραπται παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, (São Lucas 24, 46)