Gefunden 17461 Ergebnisse für: Τῷ
καὶ ταῦτα τὰ μέτρα αὐτῆς ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς ἀνατολὰς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες καὶ ἀπὸ τῶν πρὸς θάλασσαν τετρακισχιλίους πεντακοσίους (Ezequiel 48, 16)
καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου καὶ ἔσται τὰ γενήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν (Ezequiel 48, 18)
οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ισραηλ (Ezequiel 48, 19)
τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου καὶ ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς (Ezequiel 48, 21)
καὶ ἀπὸ τῆς κατασχέσεως τῶν Λευιτῶν καὶ ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται ἀνὰ μέσον τῶν ὁρίων Ιουδα καὶ ἀνὰ μέσον τῶν ὁρίων Βενιαμιν τῶν ἀφηγουμένων ἔσται (Ezequiel 48, 22)
καὶ τὸ περισσὸν τῶν φυλῶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Βενιαμιν μία (Ezequiel 48, 23)
καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμιν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Συμεων μία (Ezequiel 48, 24)
καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεων ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ισσαχαρ μία (Ezequiel 48, 25)
καὶ ἀπὸ τῶν ὁρίων τῶν Ισσαχαρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ζαβουλων μία (Ezequiel 48, 26)
καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλων ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Γαδ μία (Ezequiel 48, 27)
καὶ ἀπὸ τῶν ὁρίων τῶν Γαδ ἕως τῶν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμαν καὶ ὕδατος Μαριμωθ Καδης κληρονομίας ἕως τῆς θαλάσσης τῆς μεγάλης (Ezequiel 48, 28)
αὕτη ἡ γῆ ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς Ισραηλ καὶ οὗτοι οἱ διαμερισμοὶ αὐτῶν λέγει κύριος θεός (Ezequiel 48, 29)