Gefunden 9372 Ergebnisse für: Τῶν
καὶ ἀπέστειλεν πρὸς αὐτὸν Ἀθηνόβιον ἕνα τῶν φίλων αὐτοῦ κοινολογησόμενον αὐτῷ λέγων ὑμεῖς κατακρατεῖτε τῆς Ιοππης καὶ Γαζαρων καὶ τῆς ἄκρας τῆς ἐν Ιερουσαλημ πόλεις τῆς βασιλείας μου (I Macabeus 15, 28)
τὰ ὅρια αὐτῶν ἠρημώσατε καὶ ἐποιήσατε πληγὴν μεγάλην ἐπὶ τῆς γῆς καὶ ἐκυριεύσατε τόπων πολλῶν ἐν τῇ βασιλείᾳ μου (I Macabeus 15, 29)
νῦν οὖν παράδοτε τὰς πόλεις ἃς κατελάβεσθε καὶ τοὺς φόρους τῶν τόπων ὧν κατεκυριεύσατε ἐκτὸς τῶν ὁρίων τῆς Ιουδαίας (I Macabeus 15, 30)
εἰ δὲ μή δότε ἀντ’ αὐτῶν πεντακόσια τάλαντα ἀργυρίου καὶ τῆς καταφθορᾶς ἧς κατεφθάρκατε καὶ τῶν φόρων τῶν πόλεων ἄλλα τάλαντα πεντακόσια εἰ δὲ μή παραγενόμενοι ἐκπολεμήσομεν ὑμᾶς (I Macabeus 15, 31)
καὶ ἦλθεν Ἀθηνόβιος ὁ φίλος τοῦ βασιλέως εἰς Ιερουσαλημ καὶ εἶδεν τὴν δόξαν Σιμωνος καὶ κυλικεῖον μετὰ χρυσωμάτων καὶ ἀργυρωμάτων καὶ παράστασιν ἱκανὴν καὶ ἐξίστατο καὶ ἀπήγγειλεν αὐτῷ τοὺς λόγους τοῦ βασιλέως (I Macabeus 15, 32)
καὶ ἀποκριθεὶς Σιμων εἶπεν αὐτῷ οὔτε γῆν ἀλλοτρίαν εἰλήφαμεν οὔτε ἀλλοτρίων κεκρατήκαμεν ἀλλὰ τῆς κληρονομίας τῶν πατέρων ἡμῶν ὑπὸ δὲ ἐχθρῶν ἡμῶν ἀκρίτως ἔν τινι καιρῷ κατεκρατήθη (I Macabeus 15, 33)
ἡμεῖς δὲ καιρὸν ἔχοντες ἀντεχόμεθα τῆς κληρονομίας τῶν πατέρων ἡμῶν (I Macabeus 15, 34)
περὶ δὲ Ιοππης καὶ Γαζαρων ὧν αἰτεῖς αὗται ἐποίουν ἐν τῷ λαῷ πληγὴν μεγάλην καὶ τὴν χώραν ἡμῶν τούτων δώσομεν τάλαντα ἑκατόν (I Macabeus 15, 35)
καὶ ἐπέλεξεν ἐκ τῆς χώρας εἴκοσι χιλιάδας ἀνδρῶν πολεμιστῶν καὶ ἱππεῖς καὶ ἐπορεύθησαν ἐπὶ τὸν Κενδεβαῖον καὶ ἐκοιμήθησαν ἐν Μωδεϊν (I Macabeus 16, 4)
καὶ ἀναστάντες τὸ πρωὶ ἐπορεύθησαν εἰς τὸ πεδίον καὶ ἰδοὺ δύναμις πολλὴ εἰς συνάντησιν αὐτοῖς πεζικὴ καὶ ἱππεῖς καὶ χειμάρρους ἦν ἀνὰ μέσον αὐτῶν (I Macabeus 16, 5)
καὶ παρενέβαλε κατὰ πρόσωπον αὐτῶν αὐτὸς καὶ ὁ λαὸς αὐτοῦ καὶ εἶδεν τὸν λαὸν δειλούμενον διαπερᾶσαι τὸν χειμάρρουν καὶ διεπέρασεν πρῶτος καὶ εἶδον αὐτὸν οἱ ἄνδρες καὶ διεπέρασαν κατόπισθεν αὐτοῦ (I Macabeus 16, 6)
καὶ διεῖλεν τὸν λαὸν καὶ τοὺς ἱππεῖς ἐν μέσῳ τῶν πεζῶν ἦν δὲ ἵππος τῶν ὑπεναντίων πολλὴ σφόδρα (I Macabeus 16, 7)