Gefunden 9372 Ergebnisse für: Τῶν
καὶ ἐλάλησεν μετ’ αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν (I Macabeus 7, 15)
καὶ ἐνεπίστευσαν αὐτῷ καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον ὃν ἔγραψεν αὐτόν (I Macabeus 7, 16)
σάρκας ὁσίων σου καὶ αἷμα αὐτῶν ἐξέχεαν κύκλῳ Ιερουσαλημ καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων (I Macabeus 7, 17)
καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος εἰς πάντα τὸν λαόν ὅτι εἶπον οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον ὃν ὤμοσαν (I Macabeus 7, 18)
καὶ ἀπῆρεν Βακχίδης ἀπὸ Ιερουσαλημ καὶ παρενέβαλεν ἐν Βηθζαιθ καὶ ἀπέστειλεν καὶ συνέλαβεν πολλοὺς ἀπὸ τῶν μετ’ αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα (I Macabeus 7, 19)
καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν καὶ κατεκράτησαν γῆν Ιουδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν Ισραηλ (I Macabeus 7, 22)
ὡς δὲ εἶδεν Ἄλκιμος ὅτι ἐνίσχυσεν Ιουδας καὶ οἱ μετ’ αὐτοῦ καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά (I Macabeus 7, 25)
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ Ισραηλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν (I Macabeus 7, 26)
καὶ ἔπεσον τῶν παρὰ Νικάνορος ὡσεὶ πεντακόσιοι ἄνδρες καὶ ἔφυγον εἰς τὴν πόλιν Δαυιδ (I Macabeus 7, 32)
καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη Νικάνωρ εἰς ὄρος Σιων καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως (I Macabeus 7, 33)
καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηφάνως (I Macabeus 7, 34)
ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ καὶ πεσέτωσαν ἐν ῥομφαίᾳ μνήσθητι τῶν δυσφημιῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν (I Macabeus 7, 38)