Gefunden 27654 Ergebnisse für: Τὸ
οὕτως κατὰ κράτος τοῦ κυρίου ὁ λόγος ηὔξανεν καὶ ἴσχυεν. (Atos dos Apóstolos 19, 20)
ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ παῦλος ἐν τῶ πνεύματι διελθὼν τὴν μακεδονίαν καὶ ἀχαΐαν πορεύεσθαι εἰς ἱεροσόλυμα, εἰπὼν ὅτι μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ ῥώμην ἰδεῖν. (Atos dos Apóstolos 19, 21)
ἀποστείλας δὲ εἰς τὴν μακεδονίαν δύο τῶν διακονούντων αὐτῶ, τιμόθεον καὶ ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν ἀσίαν. (Atos dos Apóstolos 19, 22)
ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. (Atos dos Apóstolos 19, 23)
δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις οὐκ ὀλίγην ἐργασίαν, (Atos dos Apóstolos 19, 24)
οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν, ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ἡμῖν ἐστιν, (Atos dos Apóstolos 19, 25)
καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς ἀσίας ὁ παῦλος οὖτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. (Atos dos Apóstolos 19, 26)
οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ἀρτέμιδος ἱερὸν εἰς οὐθὲν λογισθῆναι, μέλλειν τε καὶ καθαιρεῖσθαι τῆς μεγαλειότητος αὐτῆς, ἣν ὅλη ἡ ἀσία καὶ ἡ οἰκουμένη σέβεται. (Atos dos Apóstolos 19, 27)
καὶ ἐπλήσθη ἡ πόλις τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες γάϊον καὶ ἀρίσταρχον μακεδόνας, συνεκδήμους παύλου. (Atos dos Apóstolos 19, 29)
παύλου δὲ βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί· (Atos dos Apóstolos 19, 30)
τινὲς δὲ καὶ τῶν ἀσιαρχῶν, ὄντες αὐτῶ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. (Atos dos Apóstolos 19, 31)
ἐκ δὲ τοῦ ὄχλου συνεβίβασαν ἀλέξανδρον, προβαλόντων αὐτὸν τῶν ἰουδαίων· ὁ δὲ ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῶ δήμῳ. (Atos dos Apóstolos 19, 33)