Gefunden 27654 Ergebnisse für: Τὸ
τρέχει οὗν καὶ ἔρχεται πρὸς σίμωνα πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ ἰησοῦς, καὶ λέγει αὐτοῖς, ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. (São João 20, 2)
ἐξῆλθεν οὗν ὁ πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. (São João 20, 3)
ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, (São João 20, 4)
καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. (São João 20, 5)
ἔρχεται οὗν καὶ σίμων πέτρος ἀκολουθῶν αὐτῶ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, (São João 20, 6)
καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον. (São João 20, 7)
τότε οὗν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν· (São João 20, 8)
οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. (São João 20, 9)
ἀπῆλθον οὗν πάλιν πρὸς αὐτοὺς οἱ μαθηταί. (São João 20, 10)
μαρία δὲ εἱστήκει πρὸς τῶ μνημείῳ ἔξω κλαίουσα. ὡς οὗν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον, (São João 20, 11)
καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ ἰησοῦ. (São João 20, 12)
καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι, γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. (São João 20, 13)