Gefunden 27654 Ergebnisse für: Τὸ
ἐπὶ ἀρχιερέως ἅννα καὶ καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ ἰωάννην τὸν ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. (São Lucas 3, 2)
καὶ ἦλθεν εἰς πᾶσαν [τὴν] περίχωρον τοῦ ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, (São Lucas 3, 3)
ὡς γέγραπται ἐν βίβλῳ λόγων ἠσαΐου τοῦ προφήτου, φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. (São Lucas 3, 4)
καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ. (São Lucas 3, 6)
ἔλεγεν οὗν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; (São Lucas 3, 7)
ποιήσατε οὗν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, πατέρα ἔχομεν τὸν ἀβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῶ ἀβραάμ. (São Lucas 3, 8)
καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, τί οὗν ποιήσωμεν; (São Lucas 3, 10)
ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς, ὁ ἔχων δύο χιτῶνας μεταδότω τῶ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα ὁμοίως ποιείτω. (São Lucas 3, 11)
ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν, διδάσκαλε, τί ποιήσωμεν; (São Lucas 3, 12)
ὁ δὲ εἶπεν πρὸς αὐτούς, μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε. (São Lucas 3, 13)
ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς, μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν. (São Lucas 3, 14)
προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ χριστός, (São Lucas 3, 15)