Gefunden 27654 Ergebnisse für: Τὸ
καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῶ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῶ. (São Marcos 15, 19)
καὶ ὅτε ἐνέπαιξαν αὐτῶ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. (São Marcos 15, 20)
καὶ ἀγγαρεύουσιν παράγοντά τινα σίμωνα κυρηναῖον ἐρχόμενον ἀπ᾽ ἀγροῦ, τὸν πατέρα ἀλεξάνδρου καὶ ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. (São Marcos 15, 21)
καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν γολγοθᾶν τόπον, ὅ ἐστιν μεθερμηνευόμενον κρανίου τόπος. (São Marcos 15, 22)
καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ᾽ αὐτὰ τίς τί ἄρῃ. (São Marcos 15, 24)
ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. (São Marcos 15, 25)
καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, ὁ βασιλεὺς τῶν ἰουδαίων. (São Marcos 15, 26)
καὶ σὺν αὐτῶ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. (São Marcos 15, 27)
καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες, οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, (São Marcos 15, 29)
σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ. (São Marcos 15, 30)
ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· (São Marcos 15, 31)
ὁ χριστὸς ὁ βασιλεὺς ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῶ ὠνείδιζον αὐτόν. (São Marcos 15, 32)