Gefunden 27654 Ergebnisse für: Τὸ
τοῖς δὲ ὅπλοις τὰ πάντα ἐν ταῖς χερσὶν εὐοδούμενος ἀπώλεσεν ἐν τοῖς δυσὶν ὀχυρώμασιν πλείους τῶν δισμυρίων (II Macabeus 10, 23)
Τιμόθεος δὲ ὁ πρότερον ἡττηθεὶς ὑπὸ τῶν Ιουδαίων συναγαγὼν ξένας δυνάμεις παμπληθεῖς καὶ τοὺς τῆς Ἀσίας γενομένους ἵππους συναθροίσας οὐκ ὀλίγους παρῆν ὡς δοριάλωτον λημψόμενος τὴν Ιουδαίαν (II Macabeus 10, 24)
οἱ δὲ περὶ τὸν Μακκαβαῖον συνεγγίζοντος αὐτοῦ πρὸς ἱκετείαν τοῦ θεοῦ γῇ τὰς κεφαλὰς καταπάσαντες καὶ τὰς ὀσφύας σάκκοις ζώσαντες (II Macabeus 10, 25)
ἐπὶ τὴν ἀπέναντι τοῦ θυσιαστηρίου κρηπῖδα προσπεσόντες ἠξίουν ἵλεως αὐτοῖς γενόμενον ἐχθρεῦσαι τοῖς ἐχθροῖς αὐτῶν καὶ ἀντικεῖσθαι τοῖς ἀντικειμένοις καθὼς ὁ νόμος διασαφεῖ (II Macabeus 10, 26)
γενόμενοι δὲ ἀπὸ τῆς δεήσεως ἀναλαβόντες τὰ ὅπλα προῆγον ἀπὸ τῆς πόλεως ἐπὶ πλεῖον συνεγγίσαντες δὲ τοῖς πολεμίοις ἐφ’ ἑαυτῶν ἦσαν (II Macabeus 10, 27)
ἄρτι δὲ τῆς ἀνατολῆς διαχεομένης προσέβαλον ἑκάτεροι οἱ μὲν ἔγγυον ἔχοντες εὐημερίας καὶ νίκης μετὰ ἀρετῆς τὴν ἐπὶ τὸν κύριον καταφυγήν οἱ δὲ καθηγεμόνα τῶν ἀγώνων ταττόμενοι τὸν θυμόν (II Macabeus 10, 28)
γενομένης δὲ καρτερᾶς μάχης ἐφάνησαν τοῖς ὑπεναντίοις ἐξ οὐρανοῦ ἐφ’ ἵππων χρυσοχαλίνων ἄνδρες πέντε διαπρεπεῖς καὶ ἀφηγούμενοι τῶν Ιουδαίων (II Macabeus 10, 29)
οἳ καὶ τὸν Μακκαβαῖον μέσον λαβόντες καὶ σκεπάζοντες ταῖς ἑαυτῶν πανοπλίαις ἄτρωτον διεφύλαττον εἰς δὲ τοὺς ὑπεναντίους τοξεύματα καὶ κεραυνοὺς ἐξερρίπτουν διὸ συγχυθέντες ἀορασίᾳ διεκόπτοντο ταραχῆς πεπληρωμένοι (II Macabeus 10, 30)
κατεσφάγησαν δὲ δισμύριοι πρὸς τοῖς πεντακοσίοις ἱππεῖς δὲ ἑξακόσιοι (II Macabeus 10, 31)
αὐτὸς δὲ ὁ Τιμόθεος συνέφυγεν εἰς Γαζαρα λεγόμενον ὀχύρωμα εὖ μάλα φρούριον στρατηγοῦντος ἐκεῖ Χαιρεου (II Macabeus 10, 32)
οἱ δὲ περὶ τὸν Μακκαβαῖον ἄσμενοι περιεκάθισαν τὸ φρούριον ἡμέρας τέσσαρας (II Macabeus 10, 33)
οἱ δὲ ἔνδον τῇ ἐρυμνότητι τοῦ τόπου πεποιθότες ὑπεράγαν ἐβλασφήμουν καὶ λόγους ἀθεμίτους προΐεντο (II Macabeus 10, 34)