Gefunden 3696 Ergebnisse für: Πρὸς
καὶ λόγος κυρίου ἐγενήθη πρὸς Ιερεμιαν λέγων (Jeremias 39, 6)
ἰδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Αναθωθ ὅτι σοὶ κρίμα παραλαβεῖν εἰς κτῆσιν (Jeremias 39, 7)
καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων (Jeremias 39, 16)
καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βααλ καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με (Jeremias 39, 29)
καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βααλ τοὺς ἐν φάραγγι υἱοῦ Εννομ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολοχ βασιλεῖ ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ιουδαν (Jeremias 39, 35)
καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ’ ἐμοῦ (Jeremias 39, 40)
Gr. Jeremiah 40 (Heb. 33) καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν δεύτερον καὶ αὐτὸς ἦν ἔτι δεδεμένος ἐν τῇ αὐλῇ τῆς φυλακῆς λέγων (Jeremias 40, 1)
τοῦ μάχεσθαι πρὸς τοὺς Χαλδαίους καὶ πληρῶσαι αὐτὴν τῶν νεκρῶν τῶν ἀνθρώπων οὓς ἐπάταξα ἐν ὀργῇ μου καὶ ἐν θυμῷ μου καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν περὶ πασῶν τῶν πονηριῶν αὐτῶν (Jeremias 40, 5)
Gr. Jeremiah 41 (Heb. 34) ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου καὶ Ναβουχοδονοσορ βασιλεὺς Βαβυλῶνος καὶ πᾶν τὸ στρατόπεδον αὐτοῦ καὶ πᾶσα ἡ γῆ ἀρχῆς αὐτοῦ ἐπολέμουν ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ πάσας τὰς πόλεις Ιουδα λέγων (Jeremias 41, 1)
οὕτως εἶπεν κύριος βάδισον πρὸς Σεδεκιαν βασιλέα Ιουδα καὶ ἐρεῖς αὐτῷ οὕτως εἶπεν κύριος παραδόσει παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος καὶ συλλήμψεται αὐτὴν καὶ καύσει αὐτὴν ἐν πυρί (Jeremias 41, 2)
καὶ ἐλάλησεν Ιερεμιας πρὸς τὸν βασιλέα Σεδεκιαν πάντας τοὺς λόγους τούτους ἐν Ιερουσαλημ (Jeremias 41, 6)
ὁ λόγος ὁ γενόμενος πρὸς Ιερεμιαν παρὰ κυρίου μετὰ τὸ συντελέσαι τὸν βασιλέα Σεδεκιαν διαθήκην πρὸς τὸν λαὸν τοῦ καλέσαι ἄφεσιν (Jeremias 41, 8)