Mosaico decorativo

Gefunden 4171 Ergebnisse für: Παρ

  • καὶ εἰπεν Δαυιδ πρὸς τὸν ἀλλόφυλον σὺ ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι κἀγὼ πορεύομαι πρὸς σὲ ἐν ὀνόματι κυρίου σαβαωθ θεοῦ παρατάξεως Ισραηλ ἣν ὠνείδισας σήμερον (I Samuel 17, 45)

  • καὶ ἀποκλείσει σε κύριος σήμερον εἰς τὴν χεῖρά μου καὶ ἀποκτενῶ σε καὶ ἀφελῶ τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ δώσω τὰ κῶλά σου καὶ τὰ κῶλα παρεμβολῆς ἀλλοφύλων ἐν ταύτῃ τῇ ἡμέρᾳ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς καὶ γνώσεται πᾶσα ἡ γῆ ὅτι ἔστιν θεὸς ἐν Ισραηλ (I Samuel 17, 46)

  • καὶ γνώσεται πᾶσα ἡ ἐκκλησία αὕτη ὅτι οὐκ ἐν ῥομφαίᾳ καὶ δόρατι σῴζει κύριος ὅτι τοῦ κυρίου ὁ πόλεμος καὶ παραδώσει κύριος ὑμᾶς εἰς χεῖρας ἡμῶν (I Samuel 17, 47)

  • καὶ ἀνέστρεψαν ἄνδρες Ισραηλ ἐκκλίνοντες ὀπίσω τῶν ἀλλοφύλων καὶ κατεπάτουν τὰς παρεμβολὰς αὐτῶν (I Samuel 17, 53)

  • καὶ ἔλαβεν ἡ Μελχολ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ (I Samuel 19, 13)

  • καὶ ἔρχονται οἱ ἄγγελοι καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ (I Samuel 19, 16)

  • καὶ εἶπεν Σαουλ τῇ Μελχολ ἵνα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη καὶ εἶπεν Μελχολ τῷ Σαουλ αὐτὸς εἶπεν ἐξαπόστειλόν με εἰ δὲ μή θανατώσω σε (I Samuel 19, 17)

  • καὶ Δαυιδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαθαιμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαουλ καὶ ἐπορεύθη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ραμα (I Samuel 19, 18)

  • ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου καὶ ἐρεῖς παραιτούμενος παρῃτήσατο ἀπ’ ἐμοῦ Δαυιδ δραμεῖν ἕως εἰς Βηθλεεμ τὴν πόλιν αὐτοῦ ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ (I Samuel 20, 6)

  • ἐὰν τάδε εἴπῃ ἀγαθῶς εἰρήνη τῷ δούλῳ σου καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρ’ αὐτοῦ (I Samuel 20, 7)

  • καὶ εἶπεν Ιωναθαν μηδαμῶς σοι ὅτι ἐὰν γινώσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σέ καὶ ἐὰν μή εἰς τὰς πόλεις σου ἐγὼ ἀπαγγελῶ σοι (I Samuel 20, 9)

  • καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου οὗ ἐκρύβης ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ καὶ καθήσῃ παρὰ τὸ εργαβ ἐκεῖνο (I Samuel 20, 19)


"O bem dura eternamente." São Padre Pio de Pietrelcina