Gefunden 4171 Ergebnisse für: Παρ
καὶ ὁ βασιλεὺς παρέλαβεν τὰς ἡμίσεις τῶν δυνάμεων τὰς καταλειφθείσας καὶ ἀπῆρεν ἀπὸ Ἀντιοχείας ἀπὸ πόλεως βασιλείας αὐτοῦ ἔτους ἑβδόμου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ καὶ διεπέρασεν τὸν Εὐφράτην ποταμὸν καὶ διεπορεύετο τὰς ἐπάνω χώρας (I Macabeus 3, 37)
καὶ ἀπῆρεν σὺν πάσῃ τῇ δυνάμει αὐτῶν καὶ ἦλθον καὶ παρενέβαλον πλησίον Αμμαους ἐν τῇ γῇ τῇ πεδινῇ (I Macabeus 3, 40)
καὶ ἤκουσαν οἱ ἔμποροι τῆς χώρας τὸ ὄνομα αὐτῶν καὶ ἔλαβον ἀργύριον καὶ χρυσίον πολὺ σφόδρα καὶ πέδας καὶ ἦλθον εἰς τὴν παρεμβολὴν τοῦ λαβεῖν τοὺς υἱοὺς Ισραηλ εἰς παῖδας καὶ προσετέθησαν πρὸς αὐτοὺς δύναμις Συρίας καὶ γῆς ἀλλοφύλων (I Macabeus 3, 41)
καὶ εἶδεν Ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ὅτι ἐπληθύνθη τὰ κακὰ καὶ αἱ δυνάμεις παρεμβάλλουσιν ἐν τοῖς ὁρίοις αὐτῶν καὶ ἐπέγνωσαν τοὺς λόγους τοῦ βασιλέως οὓς ἐνετείλατο ποιῆσαι τῷ λαῷ εἰς ἀπώλειαν καὶ συντέλειαν (I Macabeus 3, 42)
καὶ ἀπῆρεν ἡ παρεμβολή καὶ παρενέβαλον κατὰ νότον Αμμαους (I Macabeus 3, 57)
καὶ παρέλαβεν Γοργίας πεντακισχιλίους ἄνδρας καὶ χιλίαν ἵππον ἐκλεκτήν καὶ ἀπῆρεν ἡ παρεμβολὴ νυκτὸς (I Macabeus 4, 1)
ὥστε ἐπιβαλεῖν ἐπὶ τὴν παρεμβολὴν τῶν Ιουδαίων καὶ πατάξαι αὐτοὺς ἄφνω καὶ υἱοὶ τῆς ἄκρας ἦσαν αὐτῷ ὁδηγοί (I Macabeus 4, 2)
ἕως ἔτι ἐσκορπισμέναι ἦσαν αἱ δυνάμεις ἀπὸ τῆς παρεμβολῆς (I Macabeus 4, 4)
καὶ ἦλθεν Γοργίας εἰς τὴν παρεμβολὴν Ιουδου νυκτὸς καὶ οὐδένα εὗρεν καὶ ἐζήτει αὐτοὺς ἐν τοῖς ὄρεσιν ὅτι εἶπεν φεύγουσιν οὗτοι ἀφ’ ἡμῶν (I Macabeus 4, 5)
καὶ εἶδον παρεμβολὴν ἐθνῶν ἰσχυρὰν καὶ τεθωρακισμένην καὶ ἵππον κυκλοῦσαν αὐτήν καὶ οὗτοι διδακτοὶ πολέμου (I Macabeus 4, 7)
καὶ νῦν βοήσωμεν εἰς οὐρανόν εἰ θελήσει ἡμᾶς καὶ μνησθήσεται διαθήκης πατέρων καὶ συντρίψει τὴν παρεμβολὴν ταύτην κατὰ πρόσωπον ἡμῶν σήμερον (I Macabeus 4, 10)
καὶ ἐξῆλθον ἐκ τῆς παρεμβολῆς εἰς πόλεμον καὶ ἐσάλπισαν οἱ παρὰ Ιουδου (I Macabeus 4, 13)