Mosaico decorativo

Gefunden 30029 Ergebnisse für: Οὐ

  • ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, (Efésios 2, 4)

  • καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῶ χριστῶ _ χάριτί ἐστε σεσῳσμένοι _ (Efésios 2, 5)

  • καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν χριστῶ ἰησοῦ, (Efésios 2, 6)

  • ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾽ ἡμᾶς ἐν χριστῶ ἰησοῦ. (Efésios 2, 7)

  • τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον· (Efésios 2, 8)

  • οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. (Efésios 2, 9)

  • αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν χριστῶ ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν ὁ θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. (Efésios 2, 10)

  • διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, (Efésios 2, 11)

  • ὅτι ἦτε τῶ καιρῶ ἐκείνῳ χωρὶς χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῶ κόσμῳ. (Efésios 2, 12)

  • νυνὶ δὲ ἐν χριστῶ ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῶ αἵματι τοῦ χριστοῦ. (Efésios 2, 13)

  • αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ, (Efésios 2, 14)

  • τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὐτῶ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην, (Efésios 2, 15)


"Jesus vê, conhece e pesa todas as suas ações." São Padre Pio de Pietrelcina