Mosaico decorativo

Gefunden 30029 Ergebnisse für: Οὐ

  • εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ δι᾽ οὖ ἔρχεται· (São Lucas 17, 1)

  • λυσιτελεῖ αὐτῶ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα. (São Lucas 17, 2)

  • προσέχετε ἑαυτοῖς. ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῶ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῶ· (São Lucas 17, 3)

  • εἶπεν δὲ ὁ κύριος, εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ [ταύτῃ], ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν. (São Lucas 17, 6)

  • τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῶ, εὐθέως παρελθὼν ἀνάπεσε, (São Lucas 17, 7)

  • ἀλλ᾽ οὐχὶ ἐρεῖ αὐτῶ, ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; (São Lucas 17, 8)

  • μὴ ἔχει χάριν τῶ δούλῳ ὅτι ἐποίησεν τὰ διαταχθέντα; (São Lucas 17, 9)

  • οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. (São Lucas 17, 10)

  • καὶ ἐγένετο ἐν τῶ πορεύεσθαι εἰς ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ μέσον σαμαρείας καὶ γαλιλαίας. (São Lucas 17, 11)

  • καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ἀπήντησαν [αὐτῶ] δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν, (São Lucas 17, 12)

  • καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. (São Lucas 17, 13)

  • καὶ ἰδὼν εἶπεν αὐτοῖς, πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῶ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. (São Lucas 17, 14)


"Comunguemos com santo temor e com grande amor." São Padre Pio de Pietrelcina